1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

44

μεῖζον καὶ ἀσυγκρίτως μεῖζον καὶ ὑπατείας καὶ βασιλείας καὶ τῆς ἀρχῆς τῆς οἰκουμένης, ὁ Παῦλος τοῦτο τέθεικε γράφων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Εἰ γὰρ τοσαύτην, φησὶ, ποιοῦνται σπουδὴν, ὥστε δοῦλοι εἶναι, πάντως τούτῳ πείσομεν αὐτούς. Ὅρα τοίνυν καὶ τὴν εὐλάβειαν τῶν παίδων. Οὐκ ἠγανάκτησαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ ἀντεῖπον, ἀλλ' ἐξῆλθον. Εἰ γὰρ τιμωρίαν τὸ πρᾶγμα ἐνόμιζον, τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, κἂν ἤλγησαν πρὸς τὸν ἐμβαλόντα· νῦν δὲ οὐδὲν τούτων, ἀλλ' ὡς ἐξ αὐτοῦ προϊόντες τοῦ οὐρανοῦ, οὕτω προῄεσαν. Καὶ ὃ περὶ τοῦ ἡλίου φησὶν ὁ προφήτης, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο καὶ περὶ τούτων εἰπών τις οὐκ ἂν ἁμάρτοι. Πῶς; Ὅτι τούτου δὴ τοῦ οὕτως ἐκπορευομένου ἐκεῖνοι τότε λαμπρότερον ἐξεπορεύοντο. Οὗτος μὲν γὰρ ἐξεπορεύετο τὴν οἰκουμένην φωτίζων τῷ αἰσθητῷ φωτὶ, ἐκεῖνοι δὲ τὴν 62.68 οἰκουμένην φωτίζοντες ἑτέρως, νοητῶς λέγω. ∆ιὰ γὰρ αὐτοὺς εὐθέως διάταγμα ἔπεμπεν ὁ βασιλεὺς ταῦτα ἔχον τὰ ῥήματα· Ἤρεσεν ἐναντίον ἐμοῦ τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν ὁ Θεὸς δηλῶσαι ἡμῖν, ὡς μεγάλα καὶ ἰσχυρά. Ὥστε λαμπροτέραν ἐξῄεσαν ἀφιέντες ἀκτῖνα, φαιδρὰν μὲν οὖσαν καὶ ἐν αὐτοῖς τοῖς χωρίοις, μάλιστα δὲ πανταχοῦ ἐκταθῆναι δυναμένην διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, καὶ λῦσαι τὸ πανταχοῦ τεταμένον σκότος. Ἐξέλθετε, καὶ δεῦτε. Οὐκ ἐκέλευσε σβέσαι τὴν κάμινον, ἀλλὰ καὶ τούτῳ μάλιστα αὐτοὺς ἐτίμησε, τῷ πιστεῦσαι, ὅτι δυνήσονται μὴ μόνον ἔνδον περιπατεῖν, ἀλλὰ καὶ καιομένης ἐξελθεῖν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ δεσμοφύλακος τὰ ῥήματα. Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί ταύτης τῆς φωνῆς ἥδιον; Αὕτη σκιρτᾷν καὶ ἀγγέλους ποιεῖ· ἵνα ταύτην ἀκούσῃ τὴν φωνὴν, καὶ δοῦλος ἐγένετο ὁ τοῦ Θεοῦ Μονογενής· ταύτην πρὸς Πέτρον ἔλεγον τὴν φωνὴν οἱ παρὰ τὴν ἀρχὴν πιστεύσαντες· Τί ποιήσομεν, ἵνα σωθῶμεν; Καὶ τί φησιν αὐτός; Πιστεύσατε, καὶ βαπτίσθητε. Ἡδέως ἂν καὶ εἰς γέενναν ἐνέπεσεν ὁ Παῦλος, ὥστε ταύτην ἀκοῦσαι τὴν φωνὴν παρὰ Ἰουδαίων, δι' ἐπιθυμίαν σωτηρίας καὶ ὑπακοῆς αὐτῶν. Ὅρα δέ· τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, οὐδὲν περιεργάζεται. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Οὗτος οὐ λέγει, Ἵνα σωθῶ, ἀλλὰ τρανοτέρα πάσης φωνῆς αὐτῷ ἡ διδασκαλία γέγονε· καὶ γὰρ εὐθέως γίνεται κήρυξ. Οὐ δεῖται κατηχηθῆναι, καθάπερ ὁ δεσμοφύλαξ, ἀλλὰ τί; Ἀνακηρύττει τὸν Θεὸν, καὶ ὁμολογεῖ τὴν δύναμιν· Ἐπ' ἀληθείας οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι τῶν θεῶν Θεὸς, καὶ Κύριος τῶν κυρίων· ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐῤῥύσατο ὑμᾶς ἀπὸ τῆς καμίνου. Καὶ τί μετὰ ταῦτα; Οὐχ εἷς δεσμοφύλαξ, ἀλλὰ πολλοὶ κατηχοῦνται διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, διὰ τῆς θέας τῶν πραγμάτων. Ὅτι γὰρ οὐκ ἂν ἐψεύσατο ὁ βασιλεὺς, παντί που δῆλον· οὐ γὰρ ἂν ἠθέλησε τοιαῦτα τοῖς αἰχμαλωτισθεῖσι μαρτυρῆσαι, οὐδὲ τὰ αὑτοῦ καταβαλεῖν· οὐκ ἂν ἠθέλησε τοσαύτης ἀνοίας δόξαν λαβεῖν. Ὥστε εἰ μὴ πολλὴ τῆς ἀληθείας ἡ περιφάνεια, οὐκ ἂν τοιαῦτα ἔγραψε, καὶ τοσούτων παρόντων. Ὁρᾶτε πόση τῶν δεσμῶν ἡ δύναμις; πόση τῆς ὑμνῳδίας τῆς ἐν θλίψει ἡ ἰσχύς; Οὐκ ἀπηγόρευσαν οὐδὲ ἀνέπεσον, ἀλλὰ τότε μᾶλλον ἦσαν σφοδροὶ, τότε πλείων ἡ προθυμία. Εἰκότως ταῦτα ἐννοοῦσιν. Ἔτι ἓν ὑπολείπεται. ∆ιὰ τί ἐν μὲν τῷ δεσμωτηρίῳ οἱ δεδεμένοι ἐλύθησαν, ἐν δὲ τῇ καμίνῳ οἱ ἐμβαλόντες κατεκάησαν; Καίτοι γε ἐχρῆν τὸν βασιλέα τοῦτο παθεῖν· οὐ γὰρ οἱ δεσμοῦντες οὐδὲ οἱ ἐμβάλλοντες τοσοῦτον ἥμαρτον, ὅσον ὁ κελεύων τοῦτο γενέσθαι. Τίνος οὖν ἕνεκεν ἐκεῖνοι ἀπώλοντο; Ἐνταῦθα οὐ πολλή τις χρεία τῆς ἀκριβολογίας. Ἀσεβεῖς γὰρ ἦσαν· διὰ τοῦτο ᾠκονόμητο, ἵνα δειχθῇ τοῦ πυρὸς ἡ ἰσχὺς, καὶ μεῖζον τὸ θαῦμα γένηται. Εἰ γὰρ τοὺς ἔξω οὕτω κατέφαγεν, οὓς ἔνδον εἶχε, πῶς ἀπαθεῖς ἐδείκνυ; Ἵνα δήλη γένηται ἡ τοῦ Θεοῦ δύναμις. Καὶ μηδεὶς θαυμαζέτω, εἰ τὸν βασιλέα ἐν τάξει τοῦ δεσμοφύλακος ἔθηκα· τὸ γὰρ αὐτὸ εἰργάσατο. Οὐδὲν γὰρ οὗτος ἐκείνου λαμπρότερος ἦν· ἀπώναντο γὰρ ἀμφότεροι. Ἀλλ', ὅπερ ἔφην, ὅτι ἐν ταῖς θλίψεσιν ὄντες οἱ δίκαιοι, τότε μάλιστά εἰσι σφοδρότεροι, ὅταν ἐν δεσμοῖς ὦσι. Τὸ γὰρ διὰ Χριστόν τι παθεῖν, πάσης παραμυθίας