1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

85

πλεονεκτοῦντας· Καὶ 62.122 ἀληθείᾳ· τοῦτο πρὸς τὴν ψευδῆ ἡδονήν. Οὐκ ἐκεῖνα ἃ εἶπον, φησὶν, ἀλλὰ τὰ ἐναντία. Ἐν πάσῃ. Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι. ∆οκιμάζοντες τί ἐστι τὸ εὐάρεστον τῷ Κυρίῳ. Ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Καὶ μὴ συγκοινωνεῖτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Εἶπεν, ὅτι Φῶς ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν σκότει γινόμενα. Ὥστε ἂν ἦτε ὑμεῖς, φησὶν, ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί. Καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ἐπεισέλθοι· οὕτω τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι. Ἄρα διελέγχειν δεῖ. Πῶς οὖν φησι, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κατακρίνειν, τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων εἶπεν. Ἀμέλει καὶ ἐπήγαγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας· οὕτω καὶ ἁμαρτία, ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὐτὴ ἡ ἁμαρτία· πῶς γάρ; ἀλλ' ὁ ἐργασάμενος. Ὅταν γὰρ εἰς μέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκάθαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ τὸ τραῦμα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρπόν; Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ μὲν ὑμέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν· οὐδεὶς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. ∆ιὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Καθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσωδίας πνεῖ, ὡς ὁ νεκρὸς, καὶ ἀνενέργητός ἐστιν, ὡς ὁ καθεύδων, καὶ οὐδὲν ὁρᾷ, ὡς ἐκεῖνος, ἀλλ' ὀνειρώττει καὶ φαντάζεται. Οἱ μὲν, Ἐπιψαύσεις, φασὶ, τοῦ Χριστοῦ· οἱ δὲ, Ἐπιφαύσει σοι ὁ Χριστός· μᾶλλον δὲ τοῦτό ἐστι. Ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν. Ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται. βʹ. Ἀλλ' οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ μᾶλλον. ∆ιὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Πρὸς τούτους ἁρμόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν οὐκ ἔστι νεκρῶν, ζήσωμεν. Τινὲς 62.123 δὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλολάτρης ἐστίν. Ἀλλ' οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆμα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης. Καὶ ἵνα μὴ νομίσῃς ἁπλῶς εἰρῆσθαι, ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Οἱ μαμμωνᾷ δουλεύοντες, ἐξέβαλον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησάμενοι αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν. Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσκυνῶ; Τοῦτο μὲν οὖν αὐτὸ καὶ τὸ θαυμαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάμενος τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος, τὸν μὲν χρηστὸν εἴασας, τὸν δὲ ὠμὸν τύραννον κατεδέξω, καὶ προσποιῇ μὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ χαλεπῷ τῆς φιλαργυρίας σαυτὸν ὑπέβαλες. Οὔπω μοι σὸν εἶπας κατόρθωμα, ἀλλὰ τὰ δῶρα τοῦ ∆εσπότου. Εἰπὲ γάρ μοι, παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνομεν; ὅταν δορυφορῇ τὸν βασιλέα καὶ παρ' αὐτοῦ τρέφηται καὶ καλῆται