1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

110

ταῦτα πάντα Θεοῦ ἴδια, ὅταν εὐεργετικοὺς, ὅταν φιλανθρώπους, ὅταν παιδεύσωμεν τὰ παρόντα μηδὲν ἡγεῖσθαι. Τοῦτο τοίνυν ἡμῖν ἔργον ἔστω καὶ ἑαυτοὺς, κἀκείνους πλάττειν καὶ ῥυθμίζειν εἰς δέον· ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Εἰ γὰρ ἐπισκοπῆς ἀνάξιος ὁ παῖδας ἀνυποτάκτους ἔχων, πολλῷ μᾶλλον τῆς βασιλείας τῶν οὐρανῶν. Τί λέγεις; κἂν γυναῖκα ἄτακτον ἔχωμεν, κἂν παῖδας, εὐθύνας ὑφέξομεν; Ναὶ, ἐὰν μὴ μετὰ ἀκριβείας τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν· οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ οἰκεία ἀρετὴ πρὸς σωτηρίαν. Εἰ γὰρ ὁ τὸ τάλαντον τὸ ἓν μὴ καταβαλόμενος, οὐδὲν ἐκέρδανεν, ἀλλὰ καὶ οὕτω κολάζεται· δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς ἑτέρου. Πολλὴν τοίνυν ποιώμεθα καὶ τῶν γυναικῶν φροντίδα, πολλὴν καὶ τῶν παίδων πρόνοιαν καὶ τῶν οἰκετῶν, πολλὴν καὶ ἡμῶν αὐτῶν, καὶ ἐν τῷ ἑαυ 62.155 τοὺς, καὶ ἐν τῷ ἐκείνους ῥυθμίζειν, τὸν Θεὸν παρακαλῶμεν, ὥστε συναντιλαβέσθαι ἡμῖν τοῦ ἔργου. Ἂν ἴδῃ ἡμᾶς τοῦτο μεριμνῶντας, τούτου φροντίζοντας, συναντιλήψεται· ἂν δὲ μηδένα ποιουμένους λόγον, οὐ δώσει χεῖρα. Οὐ γὰρ καθεύδουσιν ἡμῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ πονουμένοις καὶ αὐτοῖς. Ὁ γὰρ βοηθὸς οὐ τοῦ ἀργοῦντός ἐστι βοηθὸς, ἀλλὰ τοῦ 62.156 καὶ αὐτοῦ ἐργαζομένου. ∆υνατὸς δὲ ὁ ἀγαθὸς Θεὸς δι' ἑαυτοῦ τὸ ἔργον εἰς τέλος ἀγαγεῖν, ἵνα ἀξιωθῶμεν πάντες ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν

ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδου λείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρω πος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. αʹ. Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας. ∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ' ἔρχεται μὲν ἔσχατον ἐπ' αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ' ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ μετ' ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου; ∆ιὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα