1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

122

αἰνιττόμενος διὰ τούτου, ὥστε μηδὲν ἀνάξιον πράττειν [τῆς εἰρήνης]. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ πόδες εἰσὶ τοῦ βίου σύμβολον, διὰ τοῦτο συνεχῶς παραινῶν λέγει, Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε, περὶ τοῦ βίου λέγων. Οὐκοῦν ἀξίως πολιτευώμεθα τοῦ εὐαγγελίου, καὶ βίον καὶ πράξεις καθαρὰς ἐπιδεικνυώμεθα διὰ πάσης ἡμῶν τῆς ζωῆς. Εἰρήνη Εὐηγγελίσθη, δότε τοῖς Εὐαγγελίοις τούτοις ἕτοιμον ὁδόν· ὡς ἐὰν πάλιν ἐχθροὶ γένησθε, οὐκέτι ἐστὶν ἑτοιμασία τῆς εἰρήνης. Ἕτοιμοί ἐστε, μὴ ἀναβάλλεσθε πρὸς εἰρήνην. Καθάπερ ἕτοιμοι ἐγένεσθε πρὸς τὴν εἰρήνην καὶ τὴν πίστιν, οὕτω καὶ ἐπιμείνατε. Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόμενος τὰς τῶν ἐναντίων προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα. Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ ὅπλα ἄτρωτα μένει. Πολλὰ δὲ περὶ πίστεως καὶ ἀλλαχοῦ διαλέγεται, μάλιστα δὲ πρὸς Ἑβραίους γράφων, καὶ περὶ τῆς ἐλπίδος. Πιστεύετε, φησὶ, τοῖς μέλλουσιν ἀγαθοῖς, καὶ οὐδὲν τούτων τρωθήσεται. Ἐν γὰρ τοῖς δεινοῖς, ἐν 62.171 τοῖς πόνοις τὴν ἐλπίδα προβαλλόμενος καὶ τὴν πίστιν, ἄτρωτα ἐκεῖνα διατηρήσεις. Πιστεῦσαι δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Ἡ πίστις θυρεός ἐστι σκέπων τοὺς ἀπεριέργως πιστεύοντας· ἐὰν δὲ σοφίσματα ᾖ καὶ λογισμοὶ καὶ εὐθῦναι, οὐκ ἔτι ἐστὶ θυρεὸς, ἀλλὰ συμποδίζει ἡμᾶς. Τοιαύτη ἔστω ἡ πίστις, ὥστε συγκαλύπτειν καὶ συσκιάζειν τὸ πᾶν. Μὴ τοίνυν ἔστω βραχεῖα, ὥστε γυμνοὺς τοὺς πόδας, ἢ ἄλλο τι μέρος ἐᾷν, ἀλλ' ἔστω σύμμετρος ὁ θυρεός. Πεπυρωμένα. Πολλοὶ γὰρ διαλογισμοὶ τὴν ψυχὴν καίοντες, πολλαὶ ἀπορίαι, πολλαὶ ἀμηχανίαι, ἀλλὰ πάντα ὄντως ἡ πίστις ἀναπαύει. Πολλὰ ἐνίησιν ὁ διάβολος, ἐμπυρίζων ἡμῶν τὴν ψυχὴν, καὶ εἰς ἀμφιβολίαν ἄγων, ὡς ὅταν λέγωσί τινες· Ἆρα ἀνάστασις ἔστιν; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις; Ἀλλ' ἐὰν τὸν θυρεὸν τῆς πίστεως ἔχῃς, σβέσεις ἐν αὐτῇ τὰ βέλη τοῦ διαβόλου. Ἐπῆλθεν ἄτοπός τις ἐν σοὶ ἐπιθυμία, ἀνήφθη πῦρ ἔνδον πονηρῶν λογισμῶν; Προβαλοῦ τὴν πίστιν τῶν μελλόντων ἀγαθῶν, καὶ οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται. Πάντα τὰ βέλη· οὐ τὰ μὲν ναὶ, τὰ δὲ οὔ. Ἄκουε τοῦ Παύλου λέγοντος· Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ δίκαιοι; Ἢ οὐ δοκεῖ σοι βέλος εἶναι πεπυρωμένον τὸ καίεσθαι τὸν πατριάρχην τῷ ἔνδον πυρὶ τὸν υἱὸν προσφέροντα; Καὶ ἄλλοι δὲ δίκαιοι πάντα αὐτοῦ τὰ βέλη κατέσβεσαν. Ἄν τε οὖν λογισμοὶ ἐπιστρατεύωνται, ταύτην προβαλώμεθα, ἄν τε ἐπιθυμίαι ἄτοποι, ταύτῃ χρώμεθα, ἄν τε πόνοι καὶ ταλαιπωρίαι, ἐπὶ ταύτην ἀναπαυώμεθα· πάντων τῶν ὅπλων αὕτη ἐστὶ φυλακτήριον· ἂν μὴ ταύτην ἔχωμεν, κἀκεῖνα ταχέως τρωθήσεται. Ἐπὶ πᾶσι, φησὶν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Τί ἐστιν, Ἐπὶ πᾶσι; Καὶ ἐν τῇ ἀληθείᾳ, καὶ ἐν τῇ δικαιοσύνῃ, καὶ ἐν τῇ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου. Τουτέστι, ταύτης πάντα ταῦτα χρῄζει. ∆ιὰ τοῦτο ἐπήγαγε· Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, τουτέστιν, ἐν ἀσφαλείᾳ λοιπὸν γενέσθαι διὰ ταύτης δυνήσεσθε, καὶ πάντα κίνδυνον ἐκφυγεῖν. Καθάπερ γὰρ ἡ περικεφαλαία πάντοθεν ἀκριβῶς καλύπτουσα τὴν κεφαλὴν, οὐκ ἀφίησί τι δεινὸν παθεῖν, ἀλλὰ σώζει· οὕτω καὶ ἡ πίστις ἀντὶ θυρεοῦ γίνεται, καὶ ἀντὶ περικεφαλαίας σωτηρίου. Ἂν σβέσωμεν αὐτοῦ τὰ βέλη, ταχέως καὶ τοὺς σώζοντας λογισμοὺς δεξόμεθα τοὺς τὸ ἡγεμονικὸν ἡμῶν οὐκ ἐῶντάς τι παθεῖν. Ἐὰν γὰρ οὗτοι σβεννύωνται οἱ λογισμοὶ οἱ ἐναντίοι, ταχέως οἱ μὴ τοιοῦτοι, ἀλλὰ σώζοντες ἡμᾶς καὶ εὐέλπιδας ποιοῦντες, ἐν ἡμῖν τεχθήσονται, καὶ καθάπερ περικεφαλαία τῇ κεφαλῇ, τῷ ἡγεμονικῷ ἡμῶν ἐγκείσονται. γʹ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν μάχαιραν δεξόμεθα τοῦ Πνεύματος, ὥστε μηκέτι ἀσφαλίζεσθαι μόνον τὰ πεμπόμενα, ἀλλὰ καὶ αὐτὸν πλήττειν τὸν διάβολον. Ψυχὴ γὰρ μὴ ἀπογνοῦσα ἑαυτῆς, μηδὲ δεχομένη τὰ πεπυρωμένα βέλη, μετὰ πολλῆς τῆς προθυμίας στήσεται κατὰ τοῦ Ἐχθροῦ, ἀναῤῥήξει αὐτοῦ τὸν θώρακα τῇ μαχαίρᾳ ταύτῃ, δι' ἧς ἀνέῤῥηξε καὶ τὰ νοήματα αὐτοῦ ᾐχμαλώτευσε Παῦλος· ἀποτεμεῖ καὶ καρατομήσει τὸν δράκοντα. Ὅ ἐστι ῥῆμα