1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

123

62.172 Θεοῦ. Ῥῆμα Θεοῦ ἤτοι τὸ πρόσταγμά φησιν ἐνταῦθα, ἢ τὸ κέλευσμα· ὅπερ καὶ οἱ ἀπόστολοι θαυματουργοῦντες πανταχοῦ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔλεγον. Μόνον καὶ ἡμεῖς ἐν πᾶσι τὰ προστάγματα τοῦ Θεοῦ διατηρῶμεν· ἐὰν γὰρ ποιῶμεν αὐτὰ, διὰ τούτων αὐτὸν ἀνελοῦμεν καὶ κτενοῦμεν τὸν δράκοντα, τὸν ὄφιν τὸν σκολιόν. Καὶ σκόπει μοι σύνεσιν ἐνταῦθα τοῦ Παύλου. Ἐπειδὴ γὰρ εἶπε, ∆υνήσεσθε τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωμένα σβέσαι, ἵνα μὴ αὐτοὺς φυσήσῃ, δείκνυσι μάλιστα πάντων πρὸς τοῦτο τοῦ Θεοῦ δεομένους. Τί γάρ φησι; ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως. Ὡσεὶ ἔλεγε· Ταῦτα ἔσται, καὶ κατορθώσετε τὸ πᾶν προσευχόμενοι· μηδέποτε δὲ προσιὼν, ὑπὲρ σαυτοῦ μόνου ἀξίου, καὶ οὕτω τὸν Θεὸν ἵλεων ἕξεις. ∆ιὰ πάσης, φησὶ, προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων. Μή μοι καιροὺς ὅριζε τῆς ἡμέρας· ἄκουε γὰρ τί φησιν· Ἐν παντὶ καιρῷ πρόσιθι. Ἀδιαλείπτως, φησὶ, προσευχόμενοι. Οὐκ ἤκουσας τῆς χήρας ἐκείνης, πῶς τῇ προσεδρείᾳ περιεγένετο; οὐκ ἤκουσας τοῦ φίλου ἐκείνου τοῦ μέσων νυκτῶν τῇ εὐτονίᾳ δυσωπήσαντος; οὐκ ἤκουσας περὶ τῆς Συροφοινίσσης, πῶς τῇ συνεχείᾳ τῆς ἐντεύξεως τὸν ∆εσπότην ἐξεκαλέσατο; Οὗτοι πάντες τῇ προσεδρείᾳ ἤνυσαν. Προσευχόμενοι, φησὶν, ἐν παντὶ καιρῷ ἐν πνεύματι. Τουτέστι, Τὰ κατὰ Θεὸν ζητῶμεν, μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Οὐ τοίνυν τοῦ ἀδιαλείπτως προσεύχεσθαι χρεία μόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας· Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες. Εἴτε παννυχίδας ἐνταῦθα λέγει, εἴτε τὴν νῆψιν τῆς ψυχῆς, ἀμφότερα δέχομαι. Ὁρᾷς πῶς ἠγρύπνει ἐκείνη ἡ Χαναναία, ὅτι καὶ τοῦ Κυρίου μὴ ἀποκρινομένου, ἀλλὰ καὶ ἀποσειομένου, καὶ κυνάριον αὐτὴν καλέσαντος, ἐκείνη ἔλεγε, Ναὶ, Κύριε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· καὶ οὐκ ἀφίστατο, ἕως ἐπέτυχε τῆς αἰτήσεως; πῶς δὲ ἡ χήρα ἐκείνη ἔκραζε, καὶ μέχρι τοσούτου ἐπέμεινεν, ἕως ὅτου τὸν ἄρχοντα, τὸν μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἄνθρωπον αἰδούμενον ἠδυνήθη δυσωπῆσαι; πῶς δὲ ὁ φίλος ἐπέμενεν ἀωρὶ τῶν νυκτῶν παραμένων, ἕως ὅτου ἐγερθῆναι παρεσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ; Τοῦτό ἐστιν ἀγρυπνεῖν. Βούλει μαθεῖν ἀγρυπνίαν ψυχῆς; ἄπιθι πρὸς τὴν Ἄνναν, ἄκουσον αὐτῶν τῶν ῥημάτων αὐτῆς· Ἀδωναῒ, Ἐλωῒ Σαβαώθ. Μᾶλλον δὲ τὰ πρὸ τῶν ῥημάτων ἄκουσον. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρῆσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡμεῖς νήστεις ὄντες καὶ ἄσιτοι, μόλις οὕτως εὐχόμεθα, μᾶλλον δὲ οὐδέποτε οὕτως εὐχόμεθα, πολλῷ μᾶλλον ἐκείνη μετὰ τράπεζαν οὐκ ἂν οὕτως ηὔξατο, εἰ μὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύουσαν. Καὶ κατέστη, φησὶν, ἐνώπιον Κυρίου, καὶ τί φησιν; Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαώθ. Τοῦτο δὲ ἑρμηνευόμενόν ἐστι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων. 62.173 Προέτρεχε τῆς γλώττης τὰ δάκρυα· τούτοις ἐπικάμπτειν τὸν Θεὸν ἤλπιζεν. Ἔνθα δάκρυα, πάντως ἐκεῖ καὶ θλῖψις· ἔνθα θλῖψις, καὶ φιλοσοφία πολλὴ καὶ προσοχή. Ἐὰν ἀκούων εἰσακούσῃ, φησὶ, τῆς προσευχῆς τῆς δούλης σου, καὶ δῷς μοι υἱὸν, δώσω αὐτὸν δοτὸν τῷ Κυρίῳ πάντα τὸν χρόνον. Οὐκ εἶπεν, ἐνιαυτὸν μόνον ἢ δύο, καθάπερ ἡμεῖς· οὐδὲ εἶπεν, Ἐὰν δῷς μοι παιδίον, δίδωμι χρήματα· ἀλλ', Ὁλόκληρον αὐτὸ τὸ δῶρον ἀντιδίδωμι, τὸν πρωτότοκον, τὸν τῆς εὐχῆς υἱόν. Αὕτη θυγάτηρ ἦν τοῦ Ἀβραάμ. Ἐκεῖνος αἰτηθεὶς, ἔδωκεν· αὕτη δὲ καὶ πρὸ τῆς αἰτήσεως δίδωσιν. Ἀλλ' ὅρα καὶ ἐντεῦθεν αὐτῆς τὴν εὐλάβειαν. Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόμενος ἀνύσαι προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος οὐδὲ χασμώμενος οὐδὲ ἐκλελυμένος οὐδὲ κνώμενος οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς