1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

4

παρέχειν δεῖγμα, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφᾶς αὐτούς, θρεμμάτων ἀλόγων δίκην, μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ' ἡμῶν λεγομένοις, παρ' ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀλόγου χάριν πίστεως· εἰκότως διελὼν τὰς καθ' ἡμῶν διαβολάς, ἐν τῇ Προπαρασκευῇ τοῦ παντὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ' Ἑβραίοις ἀσπασάμενοι λόγια· 1.1.16 δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι' ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον. 1.1.17 τούτων δ' οὕτως ἡμῖν διευκρινημένων, πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν, Ἕλληνες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ κρίσει δὲ καὶ σώφρονι λογισμῷ μεταθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπουδὴν κεκριμένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παραστήσαντες. 1.1.18 πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φράξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ' ἦν πρὸς τοὺς ἐκ περιτομῆς, οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον. 1.1.19 φέρε οὖν τὸν τῶν ἁπάντων Ἰουδαίων τε καὶ Ἑλλήνων θεὸν δι' αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι, πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ' ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις. 1.2.1 Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ Προπαρασκευῇ ὡς ὁ χριστιανισμὸς οὔτε ἑλληνισμός τίς ἐστιν οὔτε ἰουδαϊσμός, οἰκεῖον δέ τινα φέρων χαρακτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ' εὖ μάλα παλαιότατον καὶ τοῖς πρὸ τῶν Μωσέως χρόνων θεοφιλέσιν ἐπ' εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ' ἐστὶν ὅ τε ἑλληνισμὸς καὶ ἰουδαϊσμός, σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωσέως θεοφιλεῖς καὶ ἐπ' εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν. 1.2.2 Τὸν μὲν ἰουδαϊσμὸν εὐλόγως ἄν τις ὀνομάσειε τὴν κατὰ τὸν Μωσέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ ἑλληνισμόν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν. 1.2.3 Τί οὖν φήσαιμεν ἂν περὶ τῶν πρὸ Μωσέως καὶ πρὸ τοῦ 1.2.3 ἰουδαϊσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ Μωσῆς ἐμνημόνευσεν, οἷον περὶ τοῦ Ἐνώχ, ᾧ μαρτυρεῖ λέγων· «εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ», καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησί· «Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ», περί τε τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ, καὶ πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»· 1.2.4 καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐζήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρὴ νομίζειν γεγονέναι ἢ Ἕλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωσέως παρεισαχθείσης τῷ βίῳ νομοθεσίας. 1.2.5 εἰ γὰρ ἰουδαϊσμὸς οὐδὲν ἦν ἕτερον ἢ ἡ κατὰ Μωσέα πολιτεία, Μωσῆς δὲ μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δῆλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ' εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ' οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτούς, μὴ τῇ πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους. ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἑνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων· 1.2.6 «ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς