4
διασαφῶν. Cap.4.9 θʹ. Ἔπειτα οὐσίαν τε καὶ γέννησιν διασαφήσας τὴν τοῦ Εὐνομίου κενολογίαν καὶ φλυαρίαν κροτάλῳ ἐοικέναι ἀποκαλεῖ. Cap.4.10 ιʹ. Εἶτα τὰ περὶ τῆς τοῦ μονογενοῦς γεννήσεως παρὰ τοῦ μεγάλου Βασιλείου ῥηθέντα ὡς παρὰ Εὐνομίου κακῶς διαβληθέντα σοφῶς διελέγξας τὸν λόγον πληροῖ. Cap.5.1αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγεται, ὅτι μηδὲν αὐτῆς ἐστι σεβάσμιον, ἀλλ' ἀπαιδεύτῳ καὶ ἀσθενεῖ διανοίᾳ πλανηθέντες οἱ ἄνθρωποι καὶ τὸ κάλλος αὐτῆς θαυμάσαντες τὰ μέρη τοῦ κόσμου ἐθεοποίησαν· ἐν ᾧ καὶ τὴν Ἠσαΐου ῥῆσιν τὸ Ἐγὼ θεὸς πρῶτος παγκάλως διηρμήνευσεν. Cap.5.2 βʹ. Εἶτα τὴν Πέτρου διέξεισι ῥῆσιν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησεν· ἐν ᾧ καὶ τὴν παρὰ Εὐνο μίου ἀντίρρησιν, ἣν κατὰ τοῦ ἁγίου Βασιλείου διὰ τὴν τοι αύτην ῥῆσιν ἐποιήσατο, τάς τε λοιδορίας καὶ ὕβρεις ὑφει μένως ἐξέθετο. Cap.5.3 γʹ. Πρὸς ἃς ἀπάντησις θαυμαστή τις καὶ ξένη καὶ ἀπόδειξις τῆς τοῦ σταυρωθέντος δυνάμεως, καὶ ὅτι τῆς ἀν θρωπίνης φύσεως, οὐ τῆς τοῦ μονογενοῦς παρὰ τοῦ πατρὸς ἡ ὕψωσις γέγονε, καὶ ἑρμηνεία τοῦ σταυρικοῦ σχήματος καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας καὶ τὰ ἐκ τῆς ἀνακραθείσης θεότητος τῷ ἀνθρωπίνῳ χαρισθέντα ἀγαθά.Cap.5.4 δʹ. Εἶτα τὴν Εὐνομίου συκοφαντίαν, ὡς ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι τὸν μέγαν Βασίλειον λέγοντα, ψευδῆ ἀποδείκνυσι, καὶ τὴν τοῦ μονογενοῦς κένωσιν ἐπὶ ἀνακλήσει τοῦ πεπονθότος ἀνθρώπου γεγονέναι ἀποφαίνει.Cap.5.5εʹ. Μετὰ τοῦτο οὐ δύο Χριστοὺς οὐδὲ δύο κυρίους, ἀλλ' ἕνα Χριστὸν καὶ ἕνα κύριον ἀποδείκνυσι, καὶ ὅτι ἡ θεία φύσις τῇ ἀνθρωπίνῃ μιχθεῖσα ἀσυγχύτους ἑκατέρας φύσεως τὰς ἰδιότητας διετήρησε, καὶ διὰ τὴν συμφυΐαν κοινὰς καὶ τὰς ἐνεργείας κατονομάζεσθαι [εἴρηκε], τοῦ τε θείου εἰς ἑαυτὸν καὶ τὰ πάθη τοῦ δούλου ἀναλαμβάνοντος καὶ τοῦ ἀνθρωπίνου τῇ δεσποτικῇ τιμῇ συνδοξαζομένου καὶ τῇ δυ νάμει τῆς ἀνακραθείσης θείας φύσεως εἰς ἑαυτὴν τῆς ἀν θρωπίνης ἀναποιηθείσης, διὰ πολλῶν πανσόφως ἐξέθετο. Cap.6.1αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δείκνυσιν, ἀλλὰ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σάρκα ἀνθρωπείαν ἐνδυσάμενον καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων γενόμενον, παθητὸν σαρκί, ἀπαθῆ τῇ θεότητι, πιστωσάμενος τὸν Εὐνόμιον συκοφάντην ἀπέδειξεν. Cap.6.2 βʹ. Εἶτα πάλιν τῆς τοῦ Πέτρου μέμνηται φωνῆς τῆς Ἐποίησε, καὶ τῆς ἐκ τῆς πρὸς Ἑβραίους ἥ φησιν ἀπό-στολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ θεοῦ γεγενῆσθαι, ἱκανῶς τε ὑπὲρ τῶν παρὰ Εὐνομίου ἐπαχθέντων αὐτῷ ἐγ κλημάτων ἀπολογησάμενος αὐτὸν τὸν Εὐνόμιον συνηγοροῦντα τοῖς τοῦ μεγάλου ἀποδείκνυσι Βασιλείου λόγοις καὶ κύριον τὸν μονογενῆ υἱὸν σάρκα ἐνδυσάμενον γεγονέναι λέγοντα. Cap.6.3 γʹ. Ἔπειτα τὸ πρὸς τὸν Φίλιππον ῥηθὲν παρὰ τοῦ κυρίου Ὁ ἑωρακὼς ἐμέ, τὸν ἐν τῷ ἀλλοιωθέντι σώματι ὄντα, ἑώρακε τὸν πατέρα, θαυμασίως διέξεισιν· ἐν ᾧ καὶ τὸ κατὰ τὸ φιλάνθρωπον πάθος τοῦ κυρίου καὶ τὸ τοῦ πατρὸς ἀπα θὲς δημιουργικόν τε καὶ προνοητικὸν καὶ τὴν τῶν ἀνθρώ πων συμφυΐαν καὶ εἰς τὰ ἐξ ὧν συνετέθησαν ἀνάλυσιν παγ κάλως διελήλυθεν. Cap.6.4δʹ. Εἶτα πάλιν τὴν παρὰ τοῦ Πέτρου ῥῆσιν ἀναλαβὼν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησε, καὶ διὰ πολ λῶν συλλογισμῶν ταύτην πανσόφως διασαφήσας ἐν ταύτῃ τὸν Εὐνόμιον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι· ἐν οἷς τά τε θεῖα καὶ ἀνθρώπινα ὀνόματα διὰ τὴν τῶν φύσεων ἀνάκρασιν ἑκατέρᾳ φύσει ἐφαρμόσας τὸν λόγον πληροῖ. Cap.7.1αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς Ἑβραίους τῆς τε τοῦ κυρίου φωνῆς ἀποδείκνυσι, πολλά τε περὶ πνεύ ματος καὶ κυρίου θαυμαστῶς φιλοσοφήσας τὸν Εὐνόμιον ἀπὸ τῶν ἰδίων ἐλέγχει ῥημάτων τοῖς ὀρθοῖς συνηγοροῦντα καὶ μὴ βουλόμενον δόγμασι καὶ τοῖς