1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

4

σκότους διαδοχὴ στάσιν ἐκδέχεται ἥ τε γῆ καταδεδικασμένη τὴν στάσιν μένει ἐν τῷ παγίῳ ἀκίνητος, ἀνήνυτα δὲ μοχθοῦσιν οἱ ποταμοὶ τῇ ἀπλήστῳ φύσει τῆς θαλάσσης ἐνδαπανώμενοι, μάτην δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, εἰς οὐδὲν πλέον ὑπολαμβάνουσα τοῖς κόλποις τὸ διὰ παντὸς εἰσχεό μενον· εἰ ταῦτα ἐν τούτοις ἐστίν, ἐν τίσιν εἰκὸς τὸ ἀνθρώπινον εἶναι, ὃ ἐν τούτοις τὴν ζωὴν ἔχει, καὶ τί ξενιζόμεθα, εἰ Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ οὐκ ἐπιλείπει 5.287 τὴν φύσιν οὗτος ὁ δρόμος, τῆς ἀεὶ ἐπεισιούσης γενεᾶς τῶν ἀνθρώπων τό τε προεισελθὸν ἐξωθούσης καὶ ὑπὸ τοῦ ἐπεισιόντος ἐξωθουμένης; Τί οὖν βοᾷ διὰ τούτων τῇ ἐκκλησίᾳ ὁ λόγος; ὅτι, ὦ ἄνθρω ποι, εἰς τὸ πᾶν ἀποβλέποντες τὴν ἑαυτῶν φύσιν νοήσατε. ἃ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν βλέπεις, ἃ ἐν τῷ ἡλίῳ καθορᾷς, ἃ ἐν τῇ θαλάσσῃ κατανοεῖς, ταῦτά σοι καὶ τὴν σὴν φύσιν ἑρμηνευέτω. ἔστι γάρ τις καθ' ὁμοιότητα τοῦ ἡλίου καὶ τῆς φύσεως ἡμῶν ἀνατολή τε καὶ δύσις. μία ὁδὸς τοῖς πᾶσιν, εἷς ὁ κύκλος τῆς τοῦ βίου πορείας. ὅταν διὰ γενέσεως ἀνατείλωμεν, πάλιν εἰς τὸ συγγενὲς χωρίον ἡμῶν καθελκόμεθα. τῆς γὰρ ζωῆς ἡμῖν ἐπιδυείσης, ὑπόγειον καὶ τὸ ἡμέτερον γίνεται φέγγος, ὅταν ἡ ἀντιληπτικὴ τοῦ φωτὸς αἴσθησις γῆ γένηται· πάντως δὲ ἡ γῆ πρὸς τὸ συγγενὲς ἀναλύεται, καὶ οὗτος κύκλος τίς ἐστι διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος. καθάπερ ἐπὶ τοῦ ἡλίου φησὶν ὁ λόγος, ὅτι ἀνατέλλων μὲν κατὰ τὸ ἄνω τῆς γῆς μέρος τοῖς νοτίοις ἐνδιοδεύει, ὑπόγειος δὲ κατὰ τὸ ἀντικείμενον τὸ βόρειον ὑπέρχεται μέρος καὶ τοῦτον τὸν τρόπον εἰς ἀεὶ περιοδεύων κυκλοῖ τὸν ἑαυτοῦ δρόμον καὶ πάλιν ἀνακυκλῶν περιέρχεται· Κυκλοῖ γάρ, φησί, κυκλῶν· οὕτω τοίνυν καὶ τὸ σὸν πορεύεται πνεῦμα (ἀπὸ μέρους ἅπαν ὀνομάζων τὸ ἀνθρώπινον πνεῦμα), 5.288 τὴν ἐγκύκλιον ταύτην διὰ τῶν ὁμοίων περιτρέχον φοράν. Πορεύεται γάρ, φησί, τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. ὁ δὲ ταῦτα κατανοήσας οὐκ ἂν μικρὰ πρὸς τὸν ἑαυτοῦ βίον ὠφεληθείη. τί λαμπρότερον τοῦ φωτός; τί τῶν ἀκτίνων φανότερον; ἀλλ' ὅμως εἰ ὑπὸ γῆν ὁ ἥλιος ἔλθοι, κρύπτεται τὸ φέγγος καὶ ἡ ἀκτὶς ἀφανίζεται. Πρὸς ταῦτά τις βλέπων σωφρονέστερον τὸν ἑαυτοῦ παρερχέσθω βίον, καταφρονῶν τῆς ὧδε περιφανείας, μαθὼν ἐκ τῶν ὁρωμένων, ὅτι οὐ διαρκεῖ πρὸς τὸ διηνεκὲς τὸ ἐπίσημον, ἀλλ' ἀγχίστροφοί εἰσιν αἱ τῶν ἐναντίων διαδοχαί· μένει δὲ οὐδὲν εἰς ἀεὶ τοιοῦτον, οἷον ἐν τῷ παρόντι ἐστίν, οὐ νεότης, οὐ κάλλος, οὐχ ἡ ἐκ τῶν δυναστειῶν περιφάνεια. καὶ ταῦτα μὲν τοῖς ἐν εὐκληρίᾳ τινὶ ζῶσιν· ὅσοις δὲ ἐπίπονος ὁ πρὸς ἀρετὴν δοκεῖ βίος, τῷ τῆς γῆς ὑποδείγματι πρὸς τὸ ἐγκαρτερεῖν τοῖς δεινοῖς ἡ ψυχὴ παιδοτριβείσθω. Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. τί μοχθηρότερον τῆς ἀκινήτου ταύτης παγιότητος; καὶ ὅμως παρατείνεται μέχρις αἰῶνος ἡ στάσις. σὺ δέ, ᾧ ὀλίγος ὁ τῆς ἀθλήσεως χρόνος, μὴ γίνου τῆς γῆς ἀψυχότερος, μὴ γίνου τῶν ἀναισθήτων ἀνοητότερος ὁ λο γισμὸν εἰληχὼς καὶ λόγῳ πρὸς τὴν ζωὴν διοικούμενος, ἀλλὰ Μένε, καθώς φησιν ὁ ἀπόστολος, ἐν οἷς ἔμαθες καὶ ἐπιστώ θης, ἐν ἑδραίᾳ καὶ ἀμετακινήτῳ τῇ στάσει. ἐπεὶ καὶ τοῦτο τῶν θείων παραγγελμάτων ἐστί, τὸ ἑδραῖοι καὶ ἀμετακίνητοι 5.289 γίνεσθε, ἄσειστος ἔν σοι μενέτω ἡ σωφροσύνη, παγία ἡ πίστις, ἀμετάθετος ἡ ἀγάπη, ἀκίνητος ἡ ἐν παντὶ καλῷ στάσις, ὡς ἂν καὶ ἡ ἔν σοι γῆ εἰς τὸν αἰῶνα ἑστήκοι. εἰ δέ τις κεχηνὼς πρὸς τὴν πλεονεξίαν καθάπερ τινὰ θάλασσαν τὴν ἀμετρίαν τῆς ἐπιθυμίας ἁπλώσας πρὸς τὰ πανταχόθεν εἰσρέοντα κέρδη ἀπλήστως ἔχοι, οὗτος πρὸς τὴν ὄντως θάλασσαν βλέπων θεραπευέσθω τὴν νόσον. ὡς γὰρ ἐκείνη τὸ ἑαυτῆς οὐ παρέρχεται μέτρον ἐν ταῖς μυρίαις τῶν ὑδάτων ἐπιρροαῖς, ἀλλ' ἐν τῷ ἴσῳ διαμένει πληρώματι, καθάπερ οὐδεμιᾶς αὐτῇ γινομένης ἐξ ὑδάτων προσθήκης, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις <τοῖς> ἰδίοις μέτροις ἐν τῇ ἀπολαύσει τῶν προσιόντων διειλημμένη συμπλατῦναι τῷ πλήθει τῶν προσόδων τὴν ἀπολαυστικὴν λαιμαργίαν οὐ δύναται, ἀλλὰ τὸ μὲν εἰσρέον οὐ παύεται, ἡ δὲ τῆς ἀπολαύσεως δύναμις ἐν τῷ ἰδίῳ ὅρῳ φυλάσσεται. εἰ οὖν ἡ