1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

3

νεκροῦ νεκρότερον καὶ τοῦ ἀψύχου ἀψυχότερον. καίτοι ἡ συγκριτικὴ ἐπίτασις χώραν ἐπὶ τῶν τοιούτων οὐκ ἔχει, ἀλλ' ὅμως λέγεται τούτῳ τῷ ῥήματι πρὸς τὴν τῆς ὑπερβολῆς τοῦ δηλουμένου σαφήνειαν. ὥσπερ οὖν ἐστι τὰ ἔργα τῶν ἔργων καὶ τὰ ἅγια τῶν ἁγίων νοούμενα, δι' ὧν ἡ ὑπερθετικὴ πρὸς τὸ κρεῖττον ἔνδειξις ἑρμηνεύεται, οὕτω καὶ ἡ τῶν μαοτήτων ματαιότης τὸ ἀνυπέρθετον δείκνυσι τῆς ἐν τῷ ματαίῳ ὑπερβολῆς. Καὶ μή τις ὑπολάβῃ κατηγορίαν εἶναι τῆς κτίσεως τὰ λεγόμενα. ἦ γὰρ ἂν εἰς τὸν πεποιηκότα τὰ πάντα διαβαίνοι τὸ ἔγκλημα, εἰ τοιούτων ἡμῖν δημιουργὸς ἀναφανείη ὁ συστησά μενος ἐξ οὐκ ὄντων τὰ πάντα, εἴ περ ματαιότης εἴη τὰ πάντα. 5.284 ἀλλ' ἐπειδὴ διπλῆ μέν ἐστιν ἡ τοῦ ἀνθρώπου κατασκευή, ψυχῆς σώματι συνδραμούσης, μεμέρισται δὲ καταλλήλως ἑκατέρῳ τῶν ἐν ἡμῖν θεωρουμένων τὸ τῆς ζωῆς εἶδος· ἄλλη γὰρ ψυχῆς καὶ ἑτέρα σώματός ἐστι ζωή· ἡ μὲν γὰρ θνητὴ καὶ ἐπίκηρος, ἡ δὲ ἀπαθὴς καὶ ἀκήρατος, καὶ αὕτη μὲν εἰς τὸ παρὸν βλέπει μόνον, τῆς δὲ ὁ σκοπὸς εἰς τὸ διηνεκὲς παρα τείνεται· ἐπεὶ οὖν πολλὴ διαφορὰ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τοῦ προσκαίρου πρὸς τὸ ἀΐδιον, πρὸς τοῦτο φέρει τοῦ ἐκκλησιαστοῦ ἡ φωνὴ τὸ μὴ δεῖν πρὸς τὴν αἰσθητὴν ταύτην βλέπειν ζωήν, ἥτις συγκρινομένη τῇ ὄντως ζωῇ ἀνύπαρκτός τις καὶ ἀνυπόστατός ἐστιν. Ἀλλ' οὐδὲν ἧττον εἴποι τις ἂν μὴ ἔξω τῆς τοῦ δημιουργοῦ κατηγορίας καὶ τοῦτον εἶναι τὸν λόγον, διότι παρ' αὐτοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥστε εἰ ἡ διὰ σαρκὸς κατηγορεῖται ζωή, σαρκὸς δὲ ποιητὴς ὁ θεός, εἰς ἐκεῖνον <ἂν> ἀναγκαίως ἡ τοιαύτη μέμψις τὴν ἀναφορὰν ἔχοι. ἀλλὰ ταῦτα μὲν ἐρεῖ πάντως ὁ μήπω τῆς σαρκὸς ἔξω γενόμενος μηδὲ ἀκριβῶς πρὸς τὴν ὑψηλοτέραν διακύψας ζωήν. ἐπεὶ ὅ γε πεπαιδευμένος τὰ θεῖα μυστήρια οὐκ ἀγνοεῖ πάντως, ὅτι οἰκεία μὲν καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστὶν ἡ ζωὴ ἡ πρὸς τὴν θείαν φύσιν ὡμοιωμένη, ἡ δὲ αἰσθητικὴ ζωὴ ἡ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας διεξαγομένη ἐπὶ τούτῳ τῇ φύσει δέδοται, ἐφ' ᾧτε τὴν 5.285 τῶν φαινομένων γνῶσιν ὁδηγὸν γενέσθαι τῆς ψυχῆς πρὸς τὴν τῶν ἀοράτων ἐπίγνωσιν, καθώς φησιν ἡ Σοφία ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν πάντων γενεσιουργὸν καθορᾶσθαι. ἡ δὲ ἀνθρωπίνη ἀβουλία οὐ τὸ διὰ τῶν φαινο μένων θαυμαζόμενον εἶδεν ἀλλ' ὃ εἶδεν ἐθαύμασεν. ἐπεὶ οὖν πρόσκαιρός τε καὶ ὠκύμορος ἡ τῶν αἰσθητηρίων ἐνέργεια, τοῦτο μανθάνομεν διὰ τῆς ὑψηλῆς ταύτης φωνῆς, ὅτι ὁ πρὸς ταῦτα βλέπων βλέπει οὐδέν. ὁ δὲ διὰ τούτων πρὸς τὴν τοῦ ὄντος κατανόησιν ὁδηγούμενος καὶ διὰ τῶν παρατρεχόντων τὴν στάσιμον φύσιν κατανοήσας καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος ἐν περινοίᾳ γενόμενος εἶδέ τε τὸ ὄντως ὂν ἀγαθὸν καὶ ὃ εἶδεν ἐκτήσατο· κτῆσις γάρ ἐστι τοῦ ἀγαθοῦ τούτου ἡ εἴδησις. Τίς γὰρ περισσεία, φησί, τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; τὴν ἐν τῷ σώματι ζωὴν προσηγόρευσε μόχθον ἐπὶ μηδενὶ κατορθώματι ἀκερδῶς σπουδαζόμενον. Τίς γάρ, φησί, περισσεία τῷ ἀνθρώπῳ; τοῦτ' ἔστι, τί περιγίνεται τῇ ψυχῇ διὰ τοῦ βιωτικοῦ μόχθου τοῖς πρὸς τὸ φαινόμενον ζῶσιν; ἐν τίνι δὲ καὶ ἔστιν ἡ ζωὴ ἢ τί μένει τῶν φαινομένων 5.286 καλῶν ἐν ταὐτότητι; ἥλιος περιέρχεται τὸν ἴδιον δρόμον λάμπων ἀνὰ μέρος καὶ σκοτιζόμενος, φωτίζων τε τὸν ὑπερκείμενον ἡμῖν ἀέρα, ὅταν ὑπὲρ γῆς ἑαυτὸν δείξῃ, καὶ σκότος διὰ τῶν δυσμῶν ἐφελκόμενος. ἕστηκε δὲ ἡ γῆ καὶ μένει ἐν τῷ παγίῳ ἀκίνητος, καὶ τὸ ἑστὼς οὐ κινεῖται, καὶ οὐχ ἵσταται τὸ κινούμενον, πάντα δὲ διὰ τῶν αὐτῶν ἐν παντὶ τῷ χρονικῷ διαστήματι δείκνυται, κατ' οὐδὲν διὰ τῆς πρὸς τὸ καινότερον μεταβολῆς ἀλλασσόμενα. δοχεῖόν ἐστι τῶν πανταχόθεν συρρεόντων ὑδάτων ἡ θάλασσα, καὶ οὔτε ἡ σύρροια λήγει οὔτε ἡ θάλασσα αὔξεται. τίς ὁ σκοπὸς τοῦ δρόμου τοῖς ὕδασιν ἀεὶ πληροῦσι τὸ μὴ πληρούμενον; ἐπὶ τίνι δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, ἀναυξὴς διὰ τῆς προσθήκης εἰς ἀεὶ διαμένουσα; ταῦτα λέγει, ἵνα ἐξ αὐτῶν τῶν στοιχείων, ἐν οἷς ἐστιν ἡ ζωὴ τῶν ἀνθρώπων, προερμηνεύσῃ τῶν ἐν ἡμῖν σπουδαζομένων τὸ ἀνυπόστατον. εἰ γὰρ ὁ συντεταμένος οὗτος τοῦ ἡλίου δρόμος ὅρον οὐκ ἔχει οὔτε ἡ ἀνὰ μέρος φωτός τε καὶ