1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

45

ἐγγινομένη, σωματικὴ μὲν τῷ αἰσθητῷ μέρει, τῷ δὲ ἑτέρῳ νοητὴ καὶ ἀσώματος. ὡσαύτως δὲ καὶ τὸ καλόν τε καὶ μὴ τοιοῦτον οὐ τὸ αὐτό ἐστιν ἑκατέρῳ τῷ τῆς ζωῆς ἡμῶν εἴδει, ἀλλὰ νοητὸν μὲν τῷ νοητῷ, τῷ δὲ αἰσθητῷ τε καὶ σωματικῷ μέρει τοιοῦ τον, οἷον ἡ αἴσθησις βούλεται. ἐπεὶ οὖν ἡ μὲν αἴσθησις ἅμα τῇ πρώτῃ γενέσει συμφύεται, ὁ δὲ νοῦς ἀναμένει τὴν εἰς τὸ σύμμετρον τῆς ἡλικίας ἀναδρομήν, ὥστε δυνηθῆναι κατ' ὀλίγον ἐμφανῆναι τῷ ὑποκειμένῳ, τούτου χάριν δυναστεύεται ὑπὸ τῆς αἰσθήσεως ὅλης οὔσης ὁ κατὰ μικρὸν ἐγγινόμενος νοῦς καὶ κατὰ κράτος ἀεὶ τῷ πλεονάζοντι πρὸς τὸ ὑπακούειν αὐτῇ συνεθίζεται, ἐκεῖνο καλὸν ἢ φαῦλον κρίνων, ὅπερ ἂν ἢ προέληται ἢ ἀποβάλῃ ἡ αἴσθησις. διὰ τοῦτο χαλεπή τε καὶ 5.420 δυσκατόρθωτος ἡμῖν ἡ τοῦ ἀληθῶς ἀγαθοῦ κατανόησις γίνεται, ὅτι προειλήμμεθα τοῖς αἰσθητικοῖς κριτηρίοις, ἐν τῷ εὐφραίνοντί τε καὶ ἥδοντι τὸ καλὸν ὁριζόμενοι. ὥσπερ γὰρ οὐκ ἔστι πρὸς τὰ ἐν οὐρανῷ κάλλη βλέπειν, ὁμίχλης τὸν ὑπὲρ κεφαλῆς ἀέρα διαλαβούσης, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς ὀφθαλμὸς πρὸς τὴν ἀρετὴν καθορᾷ, οἷον ἀχλύϊ τινὶ πρὸς τὴν ὄψιν διὰ τῆς ἡδονῆς ἀμβλυνόμενος. ἐπεὶ οὖν ἡ μὲν αἴσθησις πρὸς τὴν ἡδονὴν βλέπει, ὁ δὲ νοῦς διὰ τῆς ἡδονῆς πρὸς τὴν ἀρετὴν ὁρᾶν ἐμποδίζεται, αὕτη γίνεται ἡ τῆς κακίας ἀρχή, διότι τὴν ἄλογον περὶ τοῦ καλοῦ κρίσιν καὶ ὁ νοῦς ὑπὸ τῆς αἰσθήσεως δυναστευθεὶς ἐπεψήφισε, κἂν εἴπῃ ὁ ὀφθαλμὸς ἐν τῇ εὐχροίᾳ τοῦ φαινομένου τὸ καλὸν εἶναι, συνεπιρρέπει τούτῳ καὶ ἡ διάνοια· καὶ ἐπὶ τῶν λοιπῶν δὲ ὡσαύτως τὸ εὐφραῖνον τὴν αἴσθησιν τὴν τοῦ καλοῦ ψῆφον ἠνέγκατο. εἰ δέ πως οἷόν τε ἦν ἐξ ἀρχῆς ἡμῖν τὴν ἀληθῆ περὶ τοῦ καλοῦ κρίσιν ἐγγίνεσθαι, τοῦ νοῦ τὸ ἀγαθὸν ἐφ' ἑαυτοῦ δοκιμάζοντος, οὐκ ἂν τῇ ἀλόγῳ αἰσθήσει δεδουλωμένοι κτηνώδεις γινόμενοι κατεδουλούμεθα. ὡς ἂν οὖν ἡ τοιαύτη σύγχυσις ἐν ἡμῖν διακριθείη καὶ τὸ τῇ φύσει ἀγαπητὸν καὶ τὸ ὡς ἑτέρως ἔχον ἀπλανῶς ἐπιγνωσθείη, ταῦτά φησι νῦν ὁ ἐκκλησιαστὴς ἐν τῷ λόγῳ, ὅτι καιρός ἐστι τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆ σαι. δι' ὧν διακρίνει τὴν τῶν πραγμάτων φύσιν, δεικνὺς τί 5.421 τὸ συμφερόντως φιλούμενον καὶ τί τὸ μισούμενον. λέγει ἡ νεότης τοῖς τῆς ἡλικίας πάθεσι ζέουσα καιρὸν εἶναι αὐτῇ τοῦ φιλῆσαι ταῦτα, ἃ τῇ νεότητι φίλα ἐστίν. ἀλλ' ἀντιβοᾷ ὁ ἐκκλησιαστὴς τῇ νεότητι ἄλλον τῆς καθαρᾶς φιλίας καιρὸν ὁριζόμενος· μηδὲ γὰρ εἶναι τοῦτο φιλίαν τὴν διημαρτημένην τῆς ψυχῆς περὶ τὰ ἄτοπα σχέσιν. ὥσπερ γὰρ εὐοδουμένης ἐν ὑγείᾳ τῆς φύσεως ἐν καιρῷ προσγίνεται τὸ δίψος τῷ σώματι, οἷς δὲ τὸ δῆγμα τῆς διψάδος ἐχίδνης τὴν τοιαύτην διάθεσιν ἐνεποίησεν, οὐκ ἄν τις εἴποι κατὰ καιρὸν ἐνεργεῖσθαι τὴν δίψαν· οὐ γὰρ φυσικὴ ὄρεξις ἐπὶ τούτων, ἀλλὰ πάθος ἡ δίψα γίνεται· οὕτως καὶ τὸ ῥυπαρὸν τῆς νεότητος φίλτρον οὐ φίλτρον, ἀλλὰ νόσος ἐστὶ τῷ διακαεῖ τε καὶ ἰώδει τῆς ἡλικίας δήγματι ἐγγινομένη. οὐ πᾶσα τοίνυν φιλία τὸ εὔκαιρον ἔχει, ἀλλ' ἡ περὶ τὸ μόνον ἀγαπητὸν γινομένη. ἀλλ' οὐκ ἔστι σαφῆ τὴν περὶ τούτων γνῶσιν λαβεῖν μὴ οὑτωσὶ διελόμενον ἐν τῇ θεωρίᾳ τὸν λόγον· τῶν ἀγαθῶν ὅσα παρὰ τῶν ἀνθρώπων σπουδάζεται τὰ μὲν ὄντως τοιαῦτά ἐστιν, οἷα καὶ ὀνομάζεται, τὰ δὲ ψευδώνυμον τὴν ἐπωνυμίαν ἔχει. ὅσα γὰρ οὐχὶ πρόσκαιρον δίδωσι τὴν ἀπόλαυσιν οὐδέ τινι δοκοῦντα καλὰ ἑτέροις ἄχρηστα γίνεται, ἀλλὰ πάντοτε καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ἀγαθά, οἷς ἂν ἐγγένηται, 5.422 ταῦτα ὡς ἀληθῶς ἐστιν ἀγαθά, ἀεὶ ὡσαύτως ἔχοντα καὶ τὴν τοῦ χείρονος ἐπιμιξίαν οὐ προσδεχόμενα· ἅπερ τοῖς ἀκριβῶς ἐξετάζουσι περὶ μόνην τὴν θείαν τε καὶ ἀΐδιον θεωρεῖται φύσιν. τὰ δὲ ἄλλα πάντα, ὅσα τῇ αἰσθήσει καλά ἐστι, διὰ τῆς κατὰ τὴν οἴησιν ἀπάτης καλὰ φαινόμενα οὔτε ἔστι τῇ φύσει οὔτε ὑφέστηκεν, ἀλλὰ τῆς ῥοώδους καὶ παροδικῆς ὄντα φύσεως δι' ἀπάτης τινὸς καὶ ματαίας προλήψεως ὡς κατ' ἀλήθειαν ὄντα τοῖς ἀπαιδεύτοις νομίζεται. οἱ οὖν τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων οὐκ ἐπορέγονται. ἔοικε τοίνυν οἷον ἐπί τινος ὑψηλῆς σκοπιᾶς ἑστὼς ὁ ἐκκλησιαστὴς ἐμ βοᾶν τῇ ἀνθρωπίνῃ φύσει, δι' ὧν λέγει· Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, ὅτι ἄλλα ἐστὶ τὰ ὄντως ἀγαθά, ἃ καὶ αὐτά ἐστι