1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

14

εἴ πού τινα μαργαρίτην εὕροιεν ἤ τι ἄλλο τοιοῦτον τῶν ἐν βυθῷ τικτομένων, οἷς ἡδονὴν μὲν οὐδεμίαν ἡ ὑπὸ τὸ ὕδωρ ταλαιπω ρία φέρει, ἡ δὲ τοῦ κέρδους ἐλπὶς βυθίους ἐποίησεν, οὕτως εἰ γέγονεν ὁ Σολομὼν ἐν τούτοις πάντως ὥσπερ τις τῶν κατὰ θάλασσαν πορφυρευόντων ἔδωκεν ἑαυτὸν τῇ τρυφῇ ὑποβρύ χιον, οὐκ ἐφ' ᾧτε καταπλησθῆναι τῆς θαλαττίας ἅλμης, ἅλμην δὲ λέγω τὴν ἡδονήν, ἀλλὰ τοῦ ζητῆσαί τι τῇ διανοίᾳ χρήσιμον ἐν τῷ τοιούτῳ βυθῷ. χρήσιμον δ' ἂν εἴη διὰ τῶν τοιούτων εὑρισκόμενον, κατά γε τὸν ἐμὸν στοχα σμόν, ἢ τὸ ἀμβλῦναι τὰς τοῦ σώματος ὁρμὰς διὰ τοῦ 5.319 προθεῖναι κατ' ἐξουσίαν ὃ βούλεται· πρὸς γὰρ τὸ κωλυόμενον φιλονεικοτέρας ἀεὶ τὰς κινήσεις ἡ φύσις ἔχει· ἤτοι τοῦ ἀξιοπίστου χάριν ἐν τούτοις γίνεται ὁ διδάσκαλος, ὡς μηκέτι τοῖς ἀνθρώποις ἀσπαστὸν νομισθῆναι τὸ καταπεφρονημένον πρᾶγμα ὑπὸ τοῦ διὰ τῆς πείρας διδαχθέντος τὸ μάταιον. καὶ γὰρ καὶ τοὺς ἰατρούς φασιν ἐν ἐκείνῳ μάλιστα κατορθοῦν τὴν τέχνην, οὗ ἂν διὰ τῶν ἰδίων σωμάτων τὸ εἶδος τῆς ἀρρωστίας γνωρίσωσι. καὶ ἀσφαλέστεροι τῶν τοιούτων γίνονται σύμβουλοί τε καὶ θεραπευταί, ὧν διὰ τοῦ προθεραπευ θῆναι τὴν γνῶσιν ἔσχον, ὅσῳ τῷ ἰδίῳ πάθει προεδιδάχθησαν. Ἴδωμεν τοίνυν τί λέγει πεπονθέναι ὁ τῷ καθ' ἑαυτὸν βίῳ τὸν ἡμέτερον ἰατρεύων βίον. Ἐμεγάλυνα, φησί, ποίημά μου, ᾠκοδόμησά μοι οἴκους. εὐθὺς ἐκ κατηγορίας ὁ λόγος ἄρχεται. οὐ γὰρ τὸ τοῦ θεοῦ φησι ποίημα, ὅπερ εἰμὶ ἐγώ, ἀλλὰ τὸ ἐμὸν ἐμεγάλυνα. ἐμὸν δὲ ποίημα οὐδέν ἐστιν ἄλλο ἢ ὅπερ τῇ αἰσθήσει τὴν ἡδονὴν φέρει. ἔστι δὲ τοῦτο τὸ ποίημα τῷ μὲν γενικῷ λόγῳ ἕν, τῇ δὲ κατὰ λεπτὸν διαιρέσει εἰς πολλὰ ταῖς τῆς τρυφῆς χρείαις καταμερίζεται. τὸν γὰρ ἅπαξ ἐντὸς τοῦ βυθοῦ τῆς ὕλης γενόμενον ἀνάγκη πᾶσα πανταχόσε τὸν ὀφθαλμὸν περιάγειν, ὅθεν ἂν ᾖ δυνατὸν ἡδονὴν ἐκφυῆναι. καθάπερ γὰρ ἐκ μιᾶς πηγῆς πολλαχῇ διὰ σωλήνων ὀχετηγεῖται τὸ ὕδωρ καὶ οὐδὲν ἧττον ἓν τὸ ὕδωρ ἐστὶ 5.320 τὸ ἐκ τῆς αὐτῆς πηγῆς μεριζόμενον, κἂν ἐν μυρίοις κρουνοῖς τύχῃ ῥέον, οὕτω μία τῇ φύσει οὖσα ἡ ἡδονὴ ἄλλως καὶ ἄλλως ἐν ταῖς τῶν ἐπιτηδευμάτων διαφοραῖς ὑπονοστοῦσα ῥέει πανταχοῦ ταῖς τοῦ βίου χρείαις ἑαυτὴν συνεισάγουσα. οἷον ὁ βίος ἀναγκαίαν ἐποίησε τῇ φύσει τὴν οἴκησιν· ἀσθενέ στερον γὰρ πέφυκε τὸ ἀνθρώπινον ἢ ὥστε τὰς ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίας φέρειν· μέχρι τούτου ὁ οἶκος ἔχει πρὸς τὴν ζωὴν τὸ ὠφέλιμον. ἀλλὰ παρελθεῖν τοὺς ὅρους τῆς χρείας ἡ ἡδονὴ τὸν ἄνθρωπον ἐβιάσατο. ὡς γὰρ οὐχὶ σώματι τὸ χρειῶδες πορίζων, ἀλλὰ τοῖς ὀφθαλμοῖς ἐπιτη δεύων τέρψεις καὶ ἐντρυφήματα λυπεῖται σχεδόν, ὅτι μὴ τὸν οὐρανὸν αὐτὸν ἐποίησεν ὑπωρόφιον μηδὲ τὰς τοῦ ἡλίου ἀκτῖνας ἔχει τῷ ὀρόφῳ καὶ αὐτὰς ἐντεκτήνασθαι. διὸ πλατύνει μὲν ἁπανταχόθεν τὰς τῶν κατασκευασμάτων περιγραφάς, τὴν τῆς συνοικίας περιβολὴν ὡς οἰκουμένην τινὰ ἄλλην ἑαυτῷ κτίζων, ἀνατείνει δὲ εἰς ὅτι μήκιστον ὕψος τοὺς τοίχους, ποικίλλει δὲ ταῖς ἔνδον τῶν οἰκημά των διασκευαῖς, ἐξ ἀλλήλων καὶ δι' ἀλλήλων ... παρέχων τῇ κατασκευῇ τῶν ἔνδον οἴκων τὴν ποικιλίαν. εἶτα Λάκαινα 5.321 καὶ Θεσσαλὴ καὶ ἐκ Καρύστου λίθος ἀναπτύσσεται διὰ σιδήρου εἰς πλάκας, τά τε Νειλῷα μέταλλα καὶ τὰ τῆς Νουμιδίας ἀναζητεῖται καί που καὶ ἡ Φρυγία πέτρα ταῖς σπουδαῖς ταύταις συμπαρείληπται, ἣ τῇ λευκότητι τοῦ μαρμάρου τὴν πορφυρᾶν βαφὴν πρὸς τὸ συμβὰν κατασπείρασα τρυφὴ γίνεται τοῖς λιχνοτέροις ὄμμασι πολυειδῆ τινα καὶ πολυσχημάτιστον τὴν διάχυσιν τοῦ χρώματος ἐν τῷ λευκῷ ζωγραφήσασα. ὢ πόσαι περὶ τούτων σπουδαί, πόσα τὰ μηχανήματα, τῶν μὲν ὕδατι καὶ σιδήρῳ διαπριόντων τὰς ὕλας, ἄλλων δὲ διὰ χειρῶν ἀνθρωπίνων νυκτὶ καὶ ἡμέρᾳ πονούντων τῶν κατεργαζομένων τὴν ἔκπρισιν; καὶ οὐδὲ ταῦτα ἤρκεσε τοῖς πονοῦσι περὶ τὸν μάταιον κόσμον, ἀλλὰ καὶ τὸ καθαρὸν τῆς ὑέλου διὰ φαρμάκων εἰς βαφὰς ποικίλας καταμολύνεται, ὡς ἂν καὶ παρὰ ταύτης τι συνεισενεχθείη τῇ τῶν ὀμμάτων χλιδῇ. πῶς δ' ἄν τις εἴποι τὰς τῶν ὀρόφων 5.322 περιεργίας, ἐφ' ὧν τὰ ξύλα ἐκ δένδρων γινόμενα πάλιν ἐπαναστρέφοντα διὰ τῶν σοφισμάτων τῆς τέχνης δένδρα νομίζεται κλάδους καὶ φύλλα καὶ καρποὺς ἐν ταῖς