1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

23

τὰς τοιαύτας σπουδάς; ὁ γὰρ σκοπὸν ἑκάστου τῶν γινομένων τὴν ἡδονὴν ποιούμενος καὶ παριὼν τῇ περιεργίᾳ τὴν χρείαν, ὅπως μὲν κατακοσμήσει τὰς τὴν ᾠδὴν μουσουργούσας, οἵαν δὲ περιθήσει ταῖς οἰνοχοούσαις τὴν στολήν, σιωπᾶν χρὴ τὰ τοιαῦτα μᾶλλον καὶ μὴ ἐμβαθύνειν τῷ λόγῳ τῇ τῶν τοιούτων ὑπογραφῇ, ὡς ἂν μὴ δι' αὐτῆς τῆς κατηγορίας ἐπιξαίνοι τοῖς ἐμπαθεστέροις ἡ μνήμη τὰ τραύματα. διὰ ταῦτα ὁ χρυσὸς καὶ ὑπὲρ τούτων ὁ ἄργυρος, ἵνα τὰ τοιαῦτα παρασκευάσῃ τῆς τρυφῆς δελεάματα. Ἢ τούτου χάριν τὸ κατὰ τὴν ἡδονὴν πάθος ὄφις ὑπὸ τῆς γραφῆς ὀνομάζεται, ᾧ φύσις ἐστίν, εἰ ἡ κεφαλὴ πρὸς τὴν ἁρμονίαν τοῦ τοίχου παραδυείῃ, πάντα τὸν κατόπιν ὁλκὸν συνεπάγεσθαι. οἷον τί λέγω; ἀναγκαίαν τοῖς ἀνθρώποις ποιεῖ ἡ φύσις τὴν οἴκησιν, ἀλλὰ διὰ τῆς χρείας ταύτης ἡ 5.349 ἡδονὴ τῇ ἁρμονίᾳ τῆς ψυχῆς παραδυεῖσα εἰς ἄμετρόν τινα καλλωπισμοῦ πολυτέλειαν τὴν χρείαν παρέτρεψεν καὶ τὴν σπουδὴν μετεποίησεν. εἶτα πρὸς ἀμπελῶνάς τινας καὶ κολυμβήθρας καὶ παραδείσους καὶ τὰ τῶν κήπων ἐγκαλλω πίσματα μεθέρπει τὸ θηρίον, ἡ ἡδονή. μετὰ ταῦτα ἐπικορυ φοῦται τῇ ὑπερηφανίᾳ καὶ τῷ τύφῳ περιελίσσεται τὴν κατὰ τῶν ὁμοφύλων ἀρχὴν ἑαυτῇ ὑποζεύξασα. ἐπὶ τούτοις τὸν τῆς φιλοχρηματίας ὁλκὸν ἐπισύρεται, ᾧ κατ' ἀνάγκην ἕπεται τὸ ἀκόλαστον, τὸ ἔσχατόν τε καὶ οὐραῖον μέρος τῆς κατὰ τὴν ἡδονὴν θηριώσεως. ἀλλ' ὥσπερ οὐκ ἔστιν ἐκ τοῦ οὐραίου τὸν ὄφιν ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος πρὸς τὸ 5.350 ἔμπαλιν τοῖς ἐφελκομένοις ἀντιβαινούσης, οὕτως οὐκ ἔστιν ἐκ τῶν τελευταίων ἄρξασθαι τῆς ψυχῆς ἐξοικίζειν τὴν τῆς ἡδονῆς ἑρπηδόνα, εἰ μή τις τῷ κακῷ τὴν πρώτην εἴσοδον ἀποκλείσειε. διὸ καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιτηρεῖν ὁ τῆς ἀρετῆς ὑφηγητὴς ἐγκελεύεται, κεφαλὴν ὀνομάζων τὴν ἀρχὴν τῆς κακίας, ἧς μὴ παραδεχθείσης ἄπρακτόν ἐστι τὸ λειπόμενον. ὁ γὰρ καθόλου πρὸς τὴν ἡδονὴν πολεμίως διατεθεὶς οὐκ ἂν ταῖς μερικαῖς προσβολαῖς τοῦ πάθους ὑπενεχθείη, ὁ δὲ τὴν ἀρχὴν τοῦ πάθους ὑποδεξάμενος ἅπαν ἐν ἑαυτῷ τὸ θηρίον συμπαρεδέξατο. διὰ τοῦτο πάντα διεξελ θὼν ὁ τὰ τοιαῦτα δημοσιεύων πάθη ἐπὶ κεφαλαίῳ ἀναλαμβάνει τὸν λόγον. εἰπὼν γὰρ ἐξ ἀρχῆς ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ νῦν ἐπάγει μετὰ τὴν ἐπὶ μέρους ἔκθεσιν τῶν γεγονότων, ὅτι Ἐμεγαλύνθην δεικνὺς ὅτι οὐ διὰ μικρῶν τινων γέγονεν αὐτῷ τῶν ἐναντίων ἡ γνῶσις, ἀλλ' ὡς εἰς τὸ ἀκρότατον μέγεθος προελθεῖν τὴν πεῖραν, ὡς μηδεμίαν τῶν ὁμοίων μνήμην ἐν τοῖς πρὸ αὐτοῦ γεγενημένοις τὸ ἴσον ἔχειν. φησὶ γὰρ ὅτι Ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅτου χάριν προπαιδευθεὶς πάσῃ σοφίᾳ πρὸς τὴν τῶν τοιούτων κατῆλθε πεῖραν νῦν τὸν σκοπὸν ἐξεκάλυψε. Σοφία γάρ μου, φησίν, ἐστάθη μοι. σημαίνει δὲ διὰ τῶν εἰρημένων, ὅτι διὰ τῆς σοφίας ἀνηρευνησάμην πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, καὶ ἔστη μοι ἡ διάνοια ἐπὶ τοῦ ἀκροτάτου τῶν ἐν τούτοις 5.351 εὑρισκομένων. ἥ τε γὰρ ὄψις τῇ ἐπιθυμίᾳ συνήργησε καὶ ἡ προαίρεσις διὰ τῆς τῶν ὄψεων ἡδονῆς τῶν καταθυμίων ἐνεφορήθη· ὡς μηδὲν ὑπολειφθῆναι τῶν εἰς ἀπόλαυσιν ἐπινοουμένων, ἀλλά μοι γενέσθαι μερίδα κτήσεως τὴν τῶν καθ' ἡδονὴν μετουσίαν. ὅπερ οὐδὲν ἄλλο σημαίνειν μοι φαίνεται ἢ ὅτι περιέσχον ἐν ἐμαυτῷ πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, οἷον ἀπό τινος κτήματος τὴν εὐφροσύνην ἀπὸ τῶν γινομένων καρπούμενος. Οὐκ ἀπεκώλυσα γάρ, φησί, τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, καὶ ἡ καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου, μερίδα τὴν κτῆσιν λέγων. ἐπεὶ οὖν διεξῆλθε τὴν ἐπὶ μέρους τρυφήν, ἀπ' ἀρχῆς εἰς τέλος ἐπιδρα μὼν καὶ πάντα τῷ λόγῳ διεξελθών, δι' ὧν τοῖς ἀπολαύουσιν αἱ ἡδοναὶ συναγείρονται, τὰ τῶν οἰκοδομημάτων κάλλη, τοὺς ἀμπελῶνας, τοὺς κήπους, τὰς κολυμβήθρας, τοὺς παραδείσους, τὴν κατὰ τῶν ὁμοφύλων ἀρχήν, τὴν τῶν χρημάτων περιουσίαν, τὴν ἐν τοῖς συμποσίοις πρὸς τὰς θυμηδίας παρασκευήν, πάντα, καθὼς αὐτὸς ὀνομάζει, τὰ ἐντρυφήματα, ἐν οἷς ἀπησχολήθη αὐτοῦ ἡ σοφία τὰ τοιαῦτα διερευνωμένη καὶ εἰς