1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

4

φησὶν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ, φησὶν, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. γʹ. Οὐκοῦν εἰ εἰς τοῦτο ἐχαρίτωσεν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μείνωμεν ἐν αὐτῇ. Εἰς ἔπαινον δόξης. Τί ἐστι τοῦτο; ἵνα τις αὐτὸν ἐπαινέσῃ; ἵνα τις δοξάσῃ; ἡμεῖς, ἄγγελοι, ἀρχάγγελοι, ἀλλὰ πᾶσα ἡ κτίσις; Καὶ τί τοῦτο; Οὐδέν· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Τίνος οὖν ἕνεκεν βούλεται ἐπαινεῖσθαι καὶ δοξάζεσθαι παρ' ἡμῶν; Ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι. Οὐδενὸς γὰρ ἐφίεται τῶν παρ' ἡμῶν, ἀλλ' ἢ τῆς σωτηρίας μόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ ἐπαινῶν καὶ θαυμάζων τὴν εἰς αὑτὸν χάριν γεγενημένην, προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος. Ἧς ἐχαρίτωσεν ἡμᾶς, φησίν. Οὐκ εἶπεν, Ἧς ἐχαρίσατο, ἀλλ', Ἐχαρίτωσεν ἡμᾶς· τουτέστιν οὐ μόνον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησε. Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον τινὰ, καὶ λοιμῷ καὶ νόσῳ διεφθαρμένον, καὶ γήρᾳ καὶ πενίᾳ καὶ λιμῷ, εὐθέως εὔμορφον νεώτερον ἐργάσαιτο, πάντας ἀνθρώπους νικῶντα τῷ κάλλει, σφοδρὰν μὲν τὴν αὐγὴν ἀφιέντα ἀπὸ τῶν παρειῶν, καὶ 62.14 τὰς μαρμαρυγὰς τοῦ ἡλίου ἀποκρύπτοντα ταῖς τῶν ὀφθαλμῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς ἡλικίας ἄνθει, καὶ μετὰ τοῦτο ἁλουργίδα περιβάλοι καὶ διάδημα καὶ πάντα τὸν κόσμον τὸν βασιλικόν· οὕτως ἐξήσκησε τὴν ψυχὴν ἡμῶν, καὶ καλὴν καὶ ποθεινὴν καὶ ἐπέραστον ἐποίησεν. Ἐπιθυμοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τὴν τοιαύτην ψυχὴν, ἀρχάγγελοι, πᾶσαι αἱ ἄλλαι δυνάμεις. Οὕτως ἡμᾶς καὶ ἐπιχάριτας ἐποίησε, καὶ ἑαυτῷ ποθεινούς. Ἐπιθυμήσει γὰρ, φησὶν, ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅρα γὰρ οἷα πρὸ τούτου ἐπιβλαβῆ φθεγγόμενοι, οἷα κεχαριτωμένα ῥήματα φθεγγόμεθα νῦν. Οὐκέτι πλοῦτον θαυμάζομεν, οὐκέτι τὰ ἐνταῦθα, ἀλλὰ τὰ οὐράνια καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Οὐχὶ χαρίεν ἐκεῖνο τὸ παιδίον εἶναί φαμεν, ὅπερ ἂν μετὰ τῆς τοῦ σώματος ὥρας καὶ πολλὴν ἔχει τὴν ἐν τοῖς ῥήμασι χάριν; Τοιοῦτοί εἰσιν οἱ πιστοί. Ὅρα οἷα φθέγγονται οἱ μεμυημένοι. Τί γὰρ χαριέστερον ἐκείνου τοῦ στόματος γένοιτ' ἂν, τοῦ τὰ θαυμαστὰ ῥήματα ἀφιέντος, καὶ καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσι μεταλαμβάνοντος τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς τῆς λαμπρότητος καὶ τῆς παῤῥησίας; τί χαριέστερον τῶν ῥημάτων, δι' ὧν ἀποτασσόμεθα τῷ διαβόλῳ; δι' ὧν συντασσόμεθα τῷ Χριστῷ; τῆς ὁμολογίας ἐκείνης τῆς πρὸ τοῦ λουτροῦ; τῆς μετὰ τὸ λουτρόν; Ἐννοήσωμεν ὅσοι διεφθείραμεν τὸ βάπτισμα, καὶ στενάξωμεν, ἵνα δυνηθῶμεν αὐτὸ πάλιν ἀναλαβεῖν. ∆ιὰ τοῦ ἠγαπημένου, φησὶν, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; Οὐ μόνον ὅτι τὸν Υἱὸν ἔδωκε θαυμαστὸν, ἀλλ' ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε σφαγῆναι αὐτὸν τὸν ἀγαπώμενον. Πολλὴ ἡ ὑπερβολή· τὸν ἀγαπώμενον ὑπὲρ τῶν μισουμένων ἔδωκεν. Ὅρα πόσου ἡμᾶς τιμᾶται. Εἰ, ὅτε αὐτὸν ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, καὶ ἀγαπώμενον ἔδωκε· τί οὐ ποιήσει λοιπὸν, ὅταν τούτῳ καταλλαγῶμεν διὰ τῆς χάριτος; Τὴν ἄφεσιν, φησὶ, τῶν παραπτωμάτων. Ἄνωθεν κάτω κάτεισι· πρότερον υἱοθεσίαν εἰπὼν καὶ ἁγιασμὸν καὶ ἀμώμους, καὶ τότε τὸ πάθος, οὐ μειῶν, οὐδὲ ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλ' ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα ἀνιών. Οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· καὶ τῆς υἱοθεσίας καὶ τῶν ἄλλων δωρεῶν τοῦτο μεῖζον, τὸ μηδὲ τοῦ Υἱοῦ φείσασθαι. Μέγα γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων, ἀλλὰ τὸ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ ∆εσποτικοῦ. Ὅτι γὰρ τοῦτο πολλῷ μεῖζον ἁπάντων, ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε λέγων· Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὑτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. Πλοῦτος μὲν γὰρ κἀκεῖνος, πολλῷ δὲ πλέον οὗτος. Ἧς ἐπερίσσευσε, φησὶν, εἰς ἡμᾶς. Καὶ πλοῦτος, καὶ, Ἐπερίσσευσε, τουτέστι, ἀφάτως ἐξεχύθη. Οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν. Πλοῦτος γάρ ἐστι, πλοῦτος περισσεύων, πλοῦτος οὐκ ἀνθρώπων, ἀλλὰ