1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

5

ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν». ὅ τε Ἰακὼβ ἀναγέγραπται παρὰ τῷ Μωσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ· 1.2.7 «ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βεθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας». 1.2.8 Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι' οὗ κατορθῶσαι εἰκὸς ἦν αὐτούς. 1.2.9 σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ' αὐτὸ ἦν τὸ μεταξὺ ἰουδαϊσμοῦ καὶ ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγγελμένον. 1.2.10 καὶ τοῦτ' ἂν εἴη ὁ χριστιανισμός, οὔτε ἑλληνισμός τις ὢν οὔτε ἰουδαϊσμός, ἀλλὰ τὸ μεταξὺ τούτων παλαιότατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ' ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ ἑλληνισμοῦ ἐπὶ τὸν χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ' αὖ πάλιν τὸν ἐκ τῆς ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθὺς Ἕλληνα γίνεσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος ἔκ τε ἑλληνισμοῦ καὶ ἰουδαϊσμοῦ μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον, τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν. 1.2.11 ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωσῆς ἀναγράφει θεσπίζων, ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοῦ Ἀβραὰμ ἀπόγονοι οὐδ' οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ «πᾶσαι αἱ φυλαὶ τῆς γῆς» καὶ «πάντα τὰ ἔθνη» ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι. γράφει δὲ οὕτως· 1.2.12 «καὶ εἶπε κύριος τῷ Ἀβραάμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». καὶ πάλιν ὁ θεὸς εἶπεν· 1.2.13 «μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». Πῶς δ' ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι «πάντα τὰ ἔθνη» καὶ «πᾶσαι αἱ φυλαὶ τῆς γῆς», εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις ἢ Αἰθίοψιν ἢ Ἰνδοῖς ἢ Βρεττανοῖς ἢ Ἱσπανοῖς; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι; 1.2.14 ἀλλ' οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γάρ, ὅτε τὰ μὲν αὐτῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίας τὰ δ' ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρωποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις ἀψύχου τε ὕλης ἱδρύμασι καὶ πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ δὲ ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ πυρὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο; 1.2.15 πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ