5
ἰδίοις βαλλόμενον βέλεσιν.Cap.7.2βʹ. Εἶτα λέγει ὅτι ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις ἀμετάθετός ἐστιν, εἶθ' οὕτως τὸν περὶ <τοῦ> γεννητοῦ καὶ ἀγεννήτου λόγον ὡς κάλλιστα διέξεισι.Cap.7.3 γʹ. Μεθ' ἃ περὶ παραλλαγῆς ὀνομάτων καὶ πραγμά των διεξιὼν περὶ τῶν ἄνευ αἰτίας ἀγεννήτων καὶ ἀνυπάρκτων, οἷον σκινδαψοῦ καὶ Μινωταύρου καὶ βλίτυρι καὶ Κύκλωπος καὶ Σκύλλης, τῶν μηδ' ὅλως γεννηθέντων, διεξελθὼν τὰ κατ' οὐσίαν ἀλλότρια φθαρτικὰ ἀλλήλων ὑπάρχοντα δεί κνυσιν, ὡς πῦρ ὕδατος καὶ τὰ λοιπὰ ἀλλήλων· ἐπὶ δὲ πατρὸς καὶ υἱοῦ κοινῆς τῆς οὐσίας οὔσης καὶ ἐν ἀλλήλοις τῶν ἰδιο τήτων οὐσῶν οὐδεμία τῇ φύσει λώβη ἐπάγεται.Cap.7.4δʹ. Ἔπειτα λέγει ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα πράγ ματα παρὰ ἀνθρώπων ὠνόμασται, εἰ καὶ διαφόρως παρ' ἑκά στου καλεῖται ἔθνους, ὡς καὶ ἡ τοῦ ἀγεννήτου <προση γορία> παρ' ἡμῶν ὠνόμασται· αὐτῆς δὲ τῆς θείας οὐσίας προσηγορίαν κυρίαν τῆς θείας ἔχουσαν φύσεως ἔμφασιν ἢ καθόλου μὴ εἶναι ἢ ἡμῖν ἄγνωστον εἶναι. Cap.7.5 εʹ. Πολλά τε περὶ τοῦ ὄντος καὶ ἀγεννήτου καὶ ἀγα θοῦ διαλεχθεὶς περί τε τῆς ὁμοουσιότητος καὶ τῶν ἀνθρω πίνων ψυχῶν καὶ τῆς τῶν σωμάτων ὁμοουσιότητος ἔτι τε τῶν οὐρανίων δυνάμεων τὸ μὴ παρηλλαγμένον τῆς οὐσίας δείξας, ἀλλὰ τὴν τῶν ἀξιωμάτων διαφοράν, τὸν λόγον πληροῖ. Cap.8.1 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφη μίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφατον ἀλλ' ἐξ ἀϊδίου τὸν υἱὸν ὄντα δείκνυσιν ἔκ τε τοῦ τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, τῷ δὲ Μανωὲ Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου καὶ τοῦτό ἐστι θαυμαστόν; πρὸς τούτοις καὶ ὁ ∆αβὶδ πρὸς τὸν θεόν φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ἀλλὰ καὶ ὁ Ἠσαΐας Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ὁ εὐαγγελιστὴς Ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν καὶ θεὸς ἦν· καὶ μήτε ἀρχὴν μήτε τέλος ἔχοντα, εἰδωλολάτρας δὲ τοὺς πρόσφατον ἐξ οὐκ ὄντων αὐτὸν λέγοντας ἀποδείκνυσιν· ἐν οἷς καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως παγκάλως διερμηνεύει. Cap.8.2βʹ. Εἶτα τὴν βούλησιν τοῦ πατρὸς περὶ τῆς τοῦ υἱοῦ γεννήσεως διεξιὼν δείκνυσι τὸ ἀγαθὸν βούλημα ἐξ ἀϊδίου ὄν, ὅπερ ἐστὶν ὁ υἱός, τῷ πατρὶ ἐνυπάρχων καθάπερ τῇ φλογὶ ἡ αὐγὴ καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾶν ἐνέργεια συμφυὴς οὖσα τῇ βουλήσει.Cap.8.3γʹ. Εἶθ' οὕτως τὰ περὶ τῆς οὐσίας τοῦ υἱοῦ ὡς προεξ ετασθέντα παραδραμὼν τὸ [περὶ] τῆς γεννήσεως σημαινό μενον διέξεισι διαφόρους εἰπὼν γεννήσεις ἐξ ὕλης καὶ τέχνης, ὡς οἰκοδομημάτων, καὶ ἐκ τῆς τῶν ζῴων διαδοχῆς, τῶν τε ἐξ ἀπορροίας, ὡς ἐφ' ἡλίου καὶ ἀκτῖνος, λαμπάδος καὶ αὐ γῆς, ἀρωμάτων καὶ μύρων καὶ τῆς ἐξ αὐτῶν ποιότητος καὶ τῶν ἐκ τοῦ νοῦ λόγων, καὶ τῶν ἀπὸ σήψεως ξύλων καὶ πυρὸς συμπιλήσεως καὶ ἑτέρων μυρίων, πανσόφως διελήλυθεν. Cap.8.4 δʹ. Πρὸς τούτοις τὰς περὶ θεοῦ ἐνεργείας ἐκ τῶν ἀν θρωπίνων δείκνυσιν ὑποδειγμάτων· καὶ γὰρ ὃ χεῖρες καὶ πόδες καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος, μεθ' ὧν οἱ ἄν θρωποι δημιουργοῦσι, τοῦτο ἀντὶ πάντων ἐπὶ θεοῦ μόνον τὸ βούλημα ὑπάρχει. οὕτω δὲ καὶ τὸ περὶ τῆς γεννήσεως παρηλλαγμένον τυγχάνει· διὸ καὶ μονογενὴς προσηγόρευται, διὰ τὸ μηδεμίαν κοινωνίαν ἑτέρας γεννήσεως ἢ ἀδελφὴν ἔχειν τὴν κτίσιν, ἀλλ' ἀπαύγασμα δόξης καὶ ὀσμὴ μύρου λεγόμενος τὸ συνημμένον καὶ συναΐδιον τῆς πρὸς τὸν πατέρα σχέσεως δείκνυσιν. Cap.8.5εʹ. Εἶτα τὴν τοῦ δημιουργοῦ καὶ μονογενοῦς ὑπόστασιν οὐκ ἀρχὴν ἔχουσαν ὥσπερ καὶ τὰ δημιουργήματα, ὡς ὁ Εὐνόμιός φησιν, ἀλλ' ἄναρχον καὶ ἀΐδιον <δείξας>, καὶ μηδε μίαν κοινωνίαν μήτε ἀπὸ τῆς οὐσίας μήτε ἀπὸ τῶν ὀνομάτων τὸν μονογενῆ πρὸς τὴν κτίσιν ἔχοντα, ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ συνόντα, καθὼς ἡ πανάρετος λέγει Σοφία, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ὄντα· πολλά τε περὶ τῆς τοῦ μονογενοῦς θεότητος καὶ ἀϊδιότητος, ἔτι τε περὶ ψυχῶν καὶ ἀγγέλων καὶ ζωῆς καὶ θανάτου εἰπὼν τὸν λόγον πληροῖ. Cap.9.1 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν