1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

5

ἀπόλαυσις πλεονάσαι οὐ δύναται παρὰ τὸ μέτρον τῆς φύσεως, εἰς τί τὰς τῶν προσόδων ἐπιρροὰς ἐφελκόμεθα, οὐδέποτε πρὸς εὐποιΐαν ἄλλων ἐκ τῶν ἐπεισιόντων ὑπερχεόμενοι; ἐπεὶ δὲ κατὰ τὸν ἀποδοθέντα ἡμῖν τῆς ματαιότητος λόγον ἢ τὸ ἀνόητον ῥῆμα ἢ τὸ ἀνόνητον πρᾶγμα ματαιότης ἐστίν, καλῶς ἐκεῖθεν τοῦ λόγου ἄρχεται, ὡς ἂν μήτε τι τῶν γινομένων μήτε τι τῶν λεγομένων, εἴ τι πρὸς τὸν ὧδε βλέπει σκοπόν, 5.290 ὡς ὑφεστὼς λογισώμεθα. πᾶσα γὰρ ἀνθρώπων σπουδὴ πρός τι τῶν παρὰ τὸν βίον ἀσχολουμένη νηπίων ἄντικρύς ἐστι τὰ ἐπὶ ψάμμων ἀθύρματα, οἷς ἡ τῶν γινομένων ἀπόλαυσις τῇ περὶ τὰ γινόμενα σπουδῇ συναπέληξεν· ἅμα τε γὰρ τοῦ πονεῖν ἐπαύσαντο, καὶ ἡ ψάμμος πρὸς ἑαυτὴν συρρυεῖσα οὐδὲν ἴχνος τῶν πεπονημένων τοῖς παισὶν ὑπελείπετο. Τοῦτό ἐστιν ὁ ἀνθρώπινος βίος, ψάμμος ἡ φιλοτιμία, ψάμμος ἡ δυναστεία, ψάμμος ὁ πλοῦτος, ψάμμος ἕκαστον τῶν κατὰ σπουδὴν διὰ σαρκὸς ἀπολαυομένων· ἐν οἷς νῦν αἱ νηπιώδεις ψυχαὶ τοῖς ἀνυποστάτοις ἐμματαιάζουσαι καὶ πολλοὺς περὶ ἕκαστον τούτων ὑπομένουσαι πόνους, εἰ μόνον ἀπολείποιεν τὸ τῆς ψάμμου χωρίον, τὴν ἐν σαρκὶ λέγω ζωήν, τότε τὸ μάταιον τῆς ὧδε διατριβῆς ἐπιγνώσονται· τῷ γὰρ ὑλικῷ βίῳ καὶ ἡ ἀπόλαυσις συναπέμεινεν, ἐφέλκον δὲ μεθ' ἑαυτῶν οὐδὲν ὅτι μὴ τὴν συνείδησιν μόνην. ὡς μοι δοκεῖ καὶ ὁ μέγας ἐκκλησιαστὴς ὥσπερ ἤδη ἔξω τούτων γενόμενος καὶ γυμνῇ τῇ ψυχῇ τῆς ἀΰλου ζωῆς ἐπιβατεύων ἐκεῖνα εἶπεν, ἃ εἰκός ποτε καὶ ἡμᾶς εἰπεῖν, ὅταν ἔξω τοῦ παραλίου τούτου τόπου γενώμεθα, περὶ ὃν ἡ ψάμμος ἐστὶν ἡ ὑπὸ τῆς τοῦ βίου θαλάσσης ἐκπτυομένη, καὶ πάντων χωρισθῶμεν τῶν περικτυπούντων ἡμᾶς καὶ καταβομβούντων κυμάτων, ἐκ τῆς νοηθείσης θαλάσσης μόνον 5.291 τὴν μνήμην τῶν ὧδε σπουδασθέντων ἐπαγόμενοι, λέγων τὸ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ τὸ Τίς περισσεία τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον. ὄντως γάρ, κατά γε τὸν ἐμὸν λόγον, πάσης ἐστὶ ψυχῆς οὗτος ὁ λόγος, ὅταν γυμνωθεῖσα τῶν τῇδε πρὸς τὸν ἐλπιζόμενον μετοικισθῇ βίον. εἴτε γάρ τι τῶν ὑψηλοτέρων ἐν τῇ ζωῇ ταύτῃ κατώρθω σε, κατηγορεῖ τούτου, ἐν ᾧ ἦν, τῇ πρὸς τὸ εὑρεθὲν συγκρίσει τὸ παρελθὸν ἀτιμάζουσα· εἴτε καὶ προσπαθῶς περὶ τὴν ὕλην διατεθεῖσα ἴδοι τὰ ἀπροσδόκητα καὶ τῇ πείρᾳ μάθοι τῶν σπουδασθέντων παρὰ τὸν βίον αὐτῇ τὸ ἀνόνητον, τότε θρηνοῦσα τὴν φωνὴν ταύτην προήσεται, οἷα δὴ ποιοῦμεν ἐκ μεταμελείας οἱ ἄνθρωποι τὰς ἀβουλίας ἑαυτῶν ἐν τοῖς ὀλοφυρμοῖς διηγούμενοι, τὸ Ματαιότης ματαιοτήτων καὶ τὰ λειπόμενα. Πάντες οἱ λόγοι, φησίν, ἔγκοποι, καὶ οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. καὶ μὴν οὐδὲν ἐκ τοῦ προχείρου νομίζεται τοῦ λαλεῖν εὐκολώτερον. τίς γάρ ἐστι κόπος τῷ λαλοῦντι ὅ τί τις βούλεται; ὑγρὰ ἡ γλῶσσα καὶ εὔστροφος καὶ πρὸς ὅτιπερ ἂν ἐθέλῃ ῥημάτων εἶδος ἀπόνως ἑαυτὴν σχηματίζουσα· ἀκώλυτος ἡ ὁλκὴ τοῦ ἀερίου πνεύματος, ᾧ συγκεχρημένη τοὺς φθόγγους ἐργάζεται· ἄλυπος ταῖς παρειαῖς ἡ ὑπουργία καὶ τοῖς χείλεσιν ἅμα ἡ πρὸς τὴν ἐκφώνησιν τοῦ λεγομένου 5.292 συνεργία. τίνα οὖν ἐνορᾷ κόπον τῷ λόγῳ, τοῦ σωματικοῦ πόνου μὴ ποιοῦντος τῷ λόγῳ τὸν κόπον; οὐ γὰρ γῆν σκά πτοντες ἢ πέτρας ἀνακυλίοντες ἢ ἐπὶ τῶν ὤμων ἀχθοφοροῦντες ἢ ἄλλο τι τῶν ἐπιπόνων κατεργαζόμενοι τὸν λόγον διεξο δεύομεν, ἀλλὰ τὸ συστὰν ἐν ἡμῖν νόημα διὰ φωνῆς ἐκκαλυφθὲν λόγος ἐγένετο. ἀλλ' ἐπειδὴ ὁ τοιοῦτος λόγος κόπον οὐκ ἔχει, νοητέον ἂν εἴη, τίνες οἱ κοπιῶντες λόγοι, οὓς οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. Οἱ πρεσβύτεροι, φησί, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ. πρεσβύτερος δὲ κατὰ τὴν κοινὴν συνήθειαν ὁ ἐκβὰς τὴν ἄτακτον ἡλικίαν καὶ ἐν γηραιᾷ καταστάσει γενόμενος λέγεται, ὡς εἴ γέ τις ἀστατοίη τῷ λογισμῷ καὶ ἐν ἀταξίᾳ τὸν βίον ἔχοι, οὔπω πρεσβύτερος ὁ τοιοῦτος, κἂν ἐν πολιᾷ τύχῃ φαινόμενος, ἀλλ' ἔτι ἀνήρ. οὐκοῦν οἱ λόγοι, οἵ γε ἀληθῶς λόγοι, οἱ πρὸς τὸ ψυχωφελές τε καὶ χρήσιμον τῶν ἀνθρώπων γινόμενοι, οὗτοι πλήρεις ἱδρώτων εἰσὶ καὶ πόνων καὶ πολὺν ἐπάγονται κόπον, ἵνα γένωνται λόγοι. τὸν γὰρ κοπιῶντα γεωργὸν δεῖ πρῶτον