6
Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ τὴν συγ γένειαν τοῦ φρονήματος μετὰ τῶν ἰδίων ἀναμίξας λόγων, προσθεὶς δὲ καὶ τὸ Τῆς ἰδίας κατακρατεῖ δυνάμεως, τὴν ὑπερβολὴν τῆς ἀτοπίας μυσαχθεὶς θαυμαστῶς ἐξελέγχει.Cap.9.2 βʹ. Εἶτα τὴν τοῦ υἱοῦ γέννησιν οὐ κατὰ τὴν Εὐνομίου φωνὴν Τότε ἐγέννησε λέγοντος, ὅτε ἠθέλησεν ὁ πατήρ, καὶ οὐ πρότερον, ἀλλὰ πάντων ἀγαθῶν καὶ καλῶν πλήρωμα τὸν υἱὸν ὄντα ἀεὶ ἐν τῷ πατρὶ θεωρεῖσθαι πανσόφως ὑπέδειξεν, <ἀπ'> αὐτῶν τῶν Εὐνομίου λόγων συνηγορίαν ποιησάμενος τῆς τοιαύτης ἀποδείξεως. Cap.9.3γʹ. Καὶ ὅτι οὐ κατὰ τὴν κοινὴν καὶ σαρκώδη γέννησιν ἡ προαιώνιος τοῦ μονογενοῦς τεκμαίρεται, ἀλλ' ἄναρχός ἐστι καὶ ἀτελεύτητος, καὶ οὐ καθὼς Εὐνόμιος ἀπὸ τῶν Πλάτωνι περὶ ψυχῆς ῥηθέντων καὶ τῆς παρ' Ἑβραίοις τοῦ σαββά του ἀναπαύσεως ἀνοήτως ἀναπλάττει, μὴ εἰδὼς τὴν δύναμιν αὐτῶν.Cap.9.4δʹ. Εἶτα τὴν κατὰ τοῦ μεγάλου Βασιλείου παρὰ τοῦ Εὐνομίου συκοφαντίαν ὡς ἀγέννητον τὸν μονογενῆ καλοῦντος ψευδῆ ἀποδείξας πάλιν περὶ τὸ ἀΐδιον καὶ ὂν καὶ ἀτελεύ τητον τοῦ μονογενοῦς, δημιουργίας τε καὶ φωτὸς καὶ σκότους πανσόφως διεξελθὼν τὸν λόγον πληροῖ. Cap.10.1 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύ σεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐκτίθεται, καὶ τὴν εὐαγγελικὴν ῥῆσιν Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός, τῶν τε θείων ὀνομάτων τὰς προσηγορίας καὶ ἑρμηνείας τήν τε τῶν υἱῶν Βενιαμὶν ἱστορίαν διέξεισιν. Cap.10.2 βʹ. Εἶτα τὴν αἰώνιον ζωὴν τουτέστι τὸν Χριστὸν τοῖς μὴ ὁμολογοῦσι θαυμαστῶς ὑπέδειξε καὶ θρῆνον αὐτοῖς τὸν ἐπὶ τῷ Ἰεχονίᾳ τοῦ Ἰερεμίου ἐξετραγῴδησε πρὸς Μοντανὸν καὶ Σαβέλλιον οἰκείως ἔχουσιν.Cap.10.3γʹ. Ἔπειτα τὸ ἀΐδιον τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τὸ ταὐτὸν τῆς οὐσίας τῷ γεννήσαντι ἀχώριστον δείκνυσι, τὸ δὲ τοῦ Εὐνομίου ἀνόητον τοῖς κατὰ ψαμάθων παίζουσιν ἀπει κάζει νηπίοις. Cap.10.4δʹ. Μετὰ τοῦτο τὸν κυρίως ὄντα υἱὸν καὶ ἐν τοῖς κόλ ποις ὄντα τοῦ πατρὸς ἁπλοῦν τε καὶ ἀσύνθετον καὶ μὴ κυρι ευόμενον παρὰ τοῦ πατρὸς μήτε δουλεύοντα τὸν ἡμᾶς τῆς δουλείας ἀπαλλάξαντα δείκνυσιν· καὶ εἰ μὴ τοῦτο, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ πατὴρ ὡς ἐν τῷ υἱῷ ὢν καὶ ἓν ὢν δοῦλος ἔσται· ἀπὸ δὲ τοῦ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρ εσχημάτισται. πάντα δὲ ταῦτα γενναίως καὶ θαυμαστῶς διεξετάσας τὸν λόγον πληροῖ. Cap.11.1 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανι χαίου καὶ Βαρδησάνου, ἀλλὰ <ὅτι> καὶ τῷ υἱῷ τῷ διὰ φιλαν θρωπίαν καὶ ἀγαθότητα τὸν ἄνθρωπον πλάσαντι καὶ διὰ σταυροῦ καὶ θανάτου ἀναπλάσαντι ἡ τοῦ ἀγαθοῦ προσηγορία ὀφείλεται, δείκνυσι. Cap.11.2 βʹ. Καὶ ὅτι οὐ διθεΐα ἀγαθοῦ καὶ κακοῦ, ὡς Μαρ κίων ὁ ὁμόφρων αὐτοῦ οἴεται, πανσόφως ἐκ τῆς εὐαγγελικῆς ῥήσεως τῆς ∆ιδάσκαλε ἀγαθὲ λεγούσης καὶ τῆς τοῦ ἀμπε λῶνος παραβολῆς Ἠσαΐου τε καὶ Παύλου ἀποδείκνυσι, καὶ ὅτι οὐ τὴν ἐπωνυμίαν τοῦ ὄντος ἢ ἀγαθοῦ [ἢ τὴν τοῦ πα τρὸς ἀλλοτρίωσιν] ὁ υἱὸς ἀρνεῖται· ἀλλὰ καὶ τὴν τῶν γενο μένων ἐξουσίαν προσήκειν αὐτῷ φησιν. Cap.11.3γʹ. Εἶτα τὴν τοῦ Εὐνομίου ἀμαθίαν καὶ τὸ ἀσυνάρτη τον καὶ γελοῖον τῶν λόγων αὐτοῦ ἐκτίθεται, ἄγγελον τοῦ ὄντος τὸν υἱὸν λέγοντος καὶ κατώτερον τῆς θείας φύσεως, ὅσον τῶν ἑαυτοῦ ὁ υἱὸς ὑπερέχει κτισμάτων. πρὸς ἃ γεν ναία καὶ σφοδρὰ ἡ ἀντίθεσις καὶ ὁ ἔλεγχος ὀργιλώτερος, καὶ ὅτι ὁ χρηματίζων τῷ Μωϋσεῖ αὐτός ἐστιν ὁ ὤν, ὁ μονο γενὴς υἱὸς ὃς τῷ Μωϋσεῖ αἰτοῦντι Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν, εἴρηκεν ὅτι Καὶ τοῦτόν σου τὸν λόγον ποιήσω· ὃς καὶ ἄγγελος καλεῖται παρά τε Μωϋ σέως καὶ Ἠσαΐου ἐν ᾧ παρήχθη ὅτι Παιδίον ἐγεννήθη ἡμῖν. Cap.11.4δʹ. Μετὰ τοῦτο τὸ πλῆθος τῆς ἀντιρρήσεως δεδιὼς τὰ πολλὰ τοῦ ἀντιπάλου παρέδραμεν ὡς ἤδη προανατραπέντα. τὰ δὲ λείποντα διὰ τοὺς οἰομένους κράτιστα εἶναι διὰ βρα χέων ἐπιτεμὼν τὴν τοῦ Εὐνομίου βλασφημίαν διελέγχει λέ γοντος, ὅπερ ἐπὶ πάσης τῆς