6
Οὕτω γὰρ ἂν γένοιτο ἕνωσις, οὕτως [ἂν γένοιτο] ἀκριβὴς συνάφεια, ὅταν ὑπὸ μίαν ἅπαντα ἀχθείη κεφαλὴν, σύνδεσμόν τινα ἀναγκαῖον ἄνωθεν ἔχοντα. Τοσαύτης τοίνυν ἀξιωθέντες δωρεᾶς, τοσαύτης τιμῆς, τοσαύτης φιλανθρωπίας, μὴ καταισχύνωμεν τὸν εὐεργετήσαντα, μὴ εἰς κενὸν τὴν τοσαύτην χάριν ποιήσωμεν, ἀγγελικὸν βίον ἐπιδειξώμεθα, ἀγγελικὴν ἀρετὴν καὶ πολιτείαν· ναὶ δέομαι καὶ ἀντιβολῶ, ἵνα μὴ εἰς κρῖμα μηδ' εἰς κατάκριμα γένηται ταῦτα πάντα ἡμῖν, ἀλλ' εἰς ἀπόλαυσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Βʹ.
Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρό θεσιν τοῦ τὰ πάντα
ἐνεργοῦντος κατὰ τὴν βου λὴν τοῦ θελήματος αὑτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικό τας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαν τες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσ φραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαι νον τῆς δόξης αὐτοῦ. αʹ. Πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. Ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκουσον τί φησιν αὐτός· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! πλὴν ἀλλ' ὡς οἷόν τέ ἐστι δείκνυσι. Τί οὖν ἐστιν ὃ λέγει, Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες; Εἶπεν, Ἐξελέξατο ἡμᾶς, ἀνωτέρω· ἐνταῦθά φησιν· Ἐκληρώθημεν. Ἀλλ' ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμά ἐστιν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται, καὶ τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς μέσον παρήγαγεν· ὅρα πῶς αὐτὸ διορθοῦται. Προορισθέντες, φησὶ, κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος. Τουτέστιν· Οὐχ ἁπλῶς ἐκληρώθημεν ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγημεν· Θεὸς γὰρ ὁ ἐκλεξάμενος· οὐδὲ ἁπλῶς ἐκληρώθημεν· Θεὸς γὰρ ὁ κληρωσάμενος· ἀλλὰ κατὰ πρόθεσιν. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ γράφων φησί· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Πρότερον εἰπὼν, Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος, καὶ κλῆρον εἶπεν, ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι. Ὅπερ ἐστὶ τοίνυν μακαριότητος μᾶλλον αὐτὸ τίθησιν. Ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστιν, ἀλλὰ, ὡς ἄν τις εἴποι, συντυχίας. Ὡς ἂν εἰ ἔλεγε· Κλήρου γενομένου ἡμᾶς ἐξελέξατο. Τὸ δὲ ὅλον, ἀπὸ τῆς προαιρέσεως προορισθέντας, τουτέστιν, ἑαυτῷ ἐκλεξάμενος ἀφώρισεν· οἷον, ἑώρα ἡμᾶς πρὶν ἢ γενέσθαι κεκληρωμένους. Θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν. Σὺ δὲ θέα πῶς πανταχοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ μετανοίας, ἀλλ' ἄνωθεν τὰ πράγματα οὕτω τετύπωτο, ὥστε μηδὲν ὑμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο, καὶ διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. Πῶς οὖν φησιν αὐτὸς ὁ Χριστὸς, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε; καὶ αὐτὸς δὲ πάλιν ὁ Παῦλος ἔλεγεν, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη; ∆ιὰ γὰρ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Κατὰ πρόθεσιν, φησὶ, τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Τουτέστιν, οὐδὲν μετὰ ταῦτα ἐνήργησε, πάντα