7
τινος σποδοῦ δαμάλεως, ἐφ' ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα. 1.3.7 λέγει γοῦν· «καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσηλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται· 1.3.8 ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μὴ ἁγνισθῇ, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ' αὐτόν· ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ' αὐτῷ ἔσται. 1.3.9 καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας. καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ τὰ σκεύη καὶ τὰς ψυχάς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος. 1.3.10 καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ' αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον». 1.3.11 Ταῦτα Μωσῆς νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει, «δάμαλιν πυρρὰν ἄμωμον» ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιᾶς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους. ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ' ἐν μόνῳ ἑνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ' ὧν νομοθετεῖ λέγων· «καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον». 1.3.13 καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων· «πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδῃς, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον». 1.3.14 καὶ προστίθησι λέγων· «οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ' ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου». 1.3.15 καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν· «πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ». 1.3.16 καὶ πάλιν· «δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν. φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ». 1.3.17 Εἶτ' ἐπιλογισάμενος τί δέοι πράττειν, εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γενημάτων πολύς, πῶς δέοι παρακομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ