7
κτίσεως ζῷά τε καὶ φυτά εἰσι πρὸ τῆς ἰδίας γεννήσεως μὴ ὄντα, τοῦτο καὶ τὸν κύριον εἶναι [καὶ ὁμοίως τῆς τῶν βατράχων γενέσεως· φεῦ τῆς βλασφημίας].Cap.11.5 εʹ. Πάλιν τε κύριον αὐτὸν καὶ θεὸν καὶ δημιουργὸν πάσης τε νοητῆς καὶ αἰσθητῆς κτίσεως ὁ Εὐνόμιος καλεῖ [παρὰ τοῦ πατρὸς τὴν δύναμιν τῆς δημιουργίας καὶ τὴν ἐπι τροπὴν εἰληφότα, καθάπερ χειροτέχνης παρὰ τοῦ μισθου μένου τὴν δημιουργίαν ἐπιτραπείς] ἐπίκτητόν τε καὶ ἔξωθεν τῆς δημιουργίας τὴν δύναμιν εἰληφότα ἐκ τῆς ἀποκληρω θείσης αὐτῷ δυνάμεως κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπι πλοκάς τε καὶ ἀποστάσεις, τῆς εἱμαρμένης ἐπικλωθούσης τοῖς τικτομένοις τὰς ἀποκληρώσεις τῶν βίων. καὶ τὰ πολλὰ παρατρέχων ἐκ τῶν παρ' αὐτοῦ γεγραμμένων τὴν βλασφη μίαν ἐλέγχει, γῇ καὶ ἀγγέλοις ὁμοίως γεγονότα τὸν ποιητὴν τῶν ἁπάντων καὶ μηδὲν τῆς πάντων γενέσεως τὴν τοῦ μονογενοῦς ἀπᾴδειν ὑπόστασιν· μήτε θεῖον μυστήριον μήτε ἔθος * μήτε τινὶ τῶν τῆς θεοσεβείας διδασκάλων πειθό μενον πρὸς τὴν τῆς εὐσεβείας εὕρεσιν, εἰ μὴ Μανιχαῖον Κό λουθον Ἄρειον Ἀέτιον καὶ τοὺς κατ' αὐτούς, λῆρον πάντα τὰ τῶν Χριστιανῶν * καὶ παίγνιον τὰ τῆς ἐκκλησίας ἔθη καὶ σεβάσμια ἡγούμενον μυστήρια, μηδὲν τῶν Ἑλλήνων διαφέ ροντα, οἳ μέγαν θεὸν ὑπερέχοντα τῶν ἄλλων ἐκ τοῦ καθ' ἡμᾶς ὑπέλαβον δόγματος. οὕτως οὖν καὶ ὁ νέος οὗτος εἰδω λολάτρης ὁμοίως κηρύσσει καὶ εἰς δημιουργὸν καὶ κτίστην τὸ βάπτισμα γίνεσθαι, μὴ δεδιὼς τὴν ἀρὰν τῶν προσθήκην ἢ ἔλλειψιν ἐν ταῖς θείαις ποιουμένων γραφαῖς· ἀντίχριστόν τε τοῦτον ἀποδεικνὺς τὸν λόγον πληροῖ. Cap.12.1 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέ βηκα, θαυμαστῶς ἑρμηνεύει. Cap.12.2 βʹ. Εἶτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθεῖσαν βλασφημίαν τοῦ Εὐνομίου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ ἀφορίσαντος θεὸν καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν ἤτοι ἀνάλυσιν τῆς παρ' αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθέ μενος, πλείονα ἀπὸ τῆς ἀπολογίας τὴν αὐτοῦ νῦν βλασφη μίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσ ίτου καὶ ἀληθινοῦ φωτὸς πανσόφως διελήλυθενCap.12.3 γʹ. Πρὸς τούτοις τὴν εὐαγγελικὴν ῥῆσιν τὴν Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ τὴν ζωὴν καὶ τὸ φῶς καὶ τὸ Ὁ λόγος σὰρξ ἐγένετο, κακῶς παρὰ Εὐνομίου νοηθέντα, παραδόξως ἡρμή νευσεν καὶ τὴν βλασφημίαν ἀνεσκεύασεν τήν τε οἰκονομίαν τοῦ υἱοῦ διὰ φιλανθρωπίαν, οὐκ ἀδυναμίαν, πατρός τε συνεργίᾳ γεγενημένην δείκνυσι.Cap.12.4 δʹ. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννη σίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν καὶ τῆς Αἰγυπτίων μυθο ποιΐας καὶ εἰδωλολατρείας μεμαθηκέναι διελέγχει, Ἄνουβιν καὶ Ὄσιριν καὶ Ἶσιν τῷ τῶν Χριστιανῶν ἐπεισάγοντα δόγ-ματι, καὶ μὴ χάριν τῷ μονογενεῖ τὸν ἄνθρωπον ἔχειν [ὡς κατ' ἀνάγκην τὰ πάθη δεξάμενον καὶ μὴ βουλόμενον ὡς οὐδὲ τὸ πῦρ τῆς θερμότητος οὔτε τῆς ῥοῆς τὸ ὕδωρ] ὡς οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ' εἰς φύσεως ἀνάγκην τὸ γεγονὸς ἀναφέροντα. Cap.12.5εʹ. Εἶτα πάλιν περὶ ἀληθινοῦ καὶ ἀπροσίτου φωτός, πατρὸς καὶ υἱοῦ, ἰδιότητός τε καὶ κοινότητος [καὶ] οὐσίας διεξελθών, περί τε γεννητοῦ καὶ ἀγεννήτου, ὡς μηδεμίαν ἐναντιότητα κατὰ τὸ σημαινόμενον ἔχοντος, ἀλλ' ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον ἀποδείξας τὸν λόγον πληροῖ. Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξε τάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τῶν πολλῶν κατηγορίας ἐλεύθερον, οὐδὲ τὸ τοῖς ἀνίατα νοσοῦσι τὴν τῶν φαρμάκων προσαπολλύειν παρασκευὴν ἐπὶ τῷ τῆς ὠφελείας σκοπῷ φέρει τι τῆς σπουδῆς ἄξιον, ἢ τοῖς δεχομένοις τὸ κέρδος ἢ τοῖς φιλοτιμουμένοις τὸν ἔπαινον. τοὐναντίον μὲν οὖν καὶ τοῦ χείρονος πολλάκις ἀφορμὴ τὸ τοιοῦτον καθί 1.1.2 σταται· οἵ τε γὰρ νοσώδεις καὶ ἤδη πρὸς θάνατον ἕτοι μοι τοῖς δραστικωτέροις τῶν φαρμάκων εὐκόλως προσδια φθείρονται, καὶ οἱ θηριώδεις καὶ ἄλογοι, καθώς φησί που τὸ