7
ἡμῖν ὁ τὰ ὑψηλὰ παιδεύων, ὅτι διὰ τοῦτο τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστι. Καὶ τί, φησί, τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησό μενον. μηδεὶς τῶν ἀκουόντων πολυλογίαν οἰέσθω καὶ ματαίαν τινὰ ῥημάτων ἐπανάληψιν ἐν τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου. δείκνυσι γὰρ δι' ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν. γέγονεν ἡ ψυχὴ καὶ τὸ σῶμα πεποίηται. οὐκ ἐπειδὴ ἄλλο τι καὶ ἄλλο σημαίνει τῶν ῥημάτων ἡ ἔμφασις, τῇ διαφορᾷ ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ' ἑκατέρου τῶν σημαινομένων ὁ λόγος, ἀλλ' ἵνα σοι δῷ τὰ πρόσφορα περὶ ἑκατέρου λογίζε σθαι. ἐκεῖνο κατ' ἀρχὰς γέγονεν ἡ ψυχή, ὃ εἰς ὕστερον καθαρ θεῖσα πάλιν ἀναφανήσεται· ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ θεοῦ τὸ σῶμα πλασσόμενον, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις· ὁποῖον γὰρ ἂν μετὰ τὴν ἀνάστασιν ἴδοις, τοιοῦτον πάντως παρὰ τὴν πρώτην πεποίηται. οὐδὲ γὰρ ἄλλο τι ἐστιν ἡ ἀνάστασις, εἰ μὴ πάντως ἡ εἰς τὸ ἀρχαῖον ἀπο κατάστασις. ∆ιὸ τούτοις ἐπάγει καὶ τὸ ἀκόλουθον λέγων, ὅτι ἔξω τοῦ ἀρχαίου ἐστὶν οὐδέν. Οὐκ ἔστι γάρ, φησί, πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὡς ἂν εἰ ἔλεγεν, ὅτι εἴ τι μὴ κατὰ τὸ ἀρχαῖόν ἐστιν, οὐδὲ ἔστιν ὅλως, ἀλλὰ νομίζεται. 5.297 οὐ γὰρ ἔστι, φησί, πρόσφατόν τι ὑπὸ τὸν ἥλιον, ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν ἐπιγενομένων, ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι ὑφέστηκεν. αὕτη τῶν εἰρημένων ἐστὶν ἡ διάνοια, ἡ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον· Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃς λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστι. καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις διὰ τῶν ἐφεξῆς λόγων· εἴ τι ἀληθῶς, φησί, γέγονεν, ἐκεῖνό ἐστιν, ὃ ἐν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ ἡμῶν. ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ τὰ ῥήματα τῆς γραφῆς οὕτως ἔχοντα· Ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γεγονόσιν ἀπὸ ἔμπροσθεν ἡμῶν. εἰ δὲ ἐπεκράτησε λήθη τῶν γενομένων, θαυμάσῃς μηδέν· καὶ γὰρ τὰ νῦν ὄντα λήθῃ συγκαλυφθήσεται. ὅτε γὰρ πρὸς κακίαν ἡ φύσις ἔρρεψε, ἐν λήθῃ τῶν ἀγαθῶν ἐγενόμεθα· ὅταν γένηται πρὸς τὸ ἀγαθὸν αὖθις ἡμῖν ἡ ἀνάλυσις, πάλιν τὸ κακὸν λήθῃ συγκαλυφθήσεται. ταύτην γὰρ οἶμαι τὴν διάνοιαν ἐν τοῖς εἰρημένοις εἶναι, ἐν οἷς φησιν· Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη, ὡς ἂν εἰ ἔλεγεν, ὅτι τῶν ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν, δι' ὧν ἐν κακοῖς γέγονε τὸ ἀνθρώπινον, ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα· Οὐκ ἔσται γὰρ αὐτῶν μνήμη μετὰ τῶν γενομέ νων εἰς τὴν ἐσχάτην, τουτέστιν ἡ ἐσχάτη κατάστασις 5.298 ἀφανισμὸν παντελῆ τῆς τῶν κακῶν μνήμης ἐμποιήσει τῇ φύσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Βʹ Ἐγώ, φησίν, ὁ ἐκκλησιαστής. ἐμάθομεν δὲ τίς ὁ ἐκκλησιαστὴς ὁ τὰ πεπλανημένα τε καὶ διεσκορπισμένα συνάγων εἰς ἓν καὶ ποιῶν τὰ πάντα μίαν ἐκκλησίαν καὶ μίαν ποίμνην, ἵνα μηδὲν ἀνήκοον ᾖ τῆς καλῆς τοῦ ποιμένος φωνῆς τῆς τὰ πάντα ζωοποιούσης. Τὰ γὰρ ῥήματα, φησίν, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. οὗτος ὀνομάζει ἑαυτὸν ἐκκλησιαστὴν ὡς ἰατρὸν καὶ ζωὴν καὶ ἀνάστασιν καὶ φῶς καὶ ὁδὸν θύραν τε καὶ ἀλήθειαν καὶ πάντα τὰ τῆς φιλανθρωπίας ὀνόματα. ὥσπερ οὖν τοῦ μὲν ἰατροῦ ἡ φωνὴ πρὸς τοὺς ἀσθενοῦντας οἰκείως ἔχει, ὁ δὲ τῆς ζωῆς λόγος ἐπὶ τῶν νεκρῶν ἐνεργὸς γίνεται τῶν ὅταν ἀκούσωσι τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου μηκέτι ἐναπομενόντων τῇ ἀρχαίᾳ νεκρότητι· οἱ δὲ ἐν χώμασιν ὄντες τὴν φωνὴν τῆς 5.299 ἀναστάσεως ἐπιζητοῦσι· καὶ ὁ τοῦ φωτὸς λόγος τοῖς ἐσκοτισμένοις ἁρμόδιος ἥ τε ὁδὸς τοῖς πεπλανημένοις, ἀλλὰ καὶ ἡ θύρα τοῖς τοῦ εἰσελθεῖν δεομένοις· οὕτως καὶ ὁ ἐκ κλησιαστὴς τοῖς ἐκκλησιάζουσι διαλέγεται πάντως. οὐκοῦν πρὸς ἡμᾶς λαλεῖ ὁ ἐκκλησιαστής. καὶ δὴ ἀκούσωμεν τῶν λόγων αὐτοῦ ἡμεῖς ἡ ἐκκλησία. ὡς γὰρ ὁ