7
ἄνωθεν διατυπώσας. Οὕτως αὐ 62.18 τὸς ἐπάγει τὸ τέλος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲ ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Εἰς τὸ εἶναι ἡμᾶς, φησὶν, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίαι ὑμῶν· τουτέστι, δι' οὗ. Ὅρα πανταχοῦ αἴτιον πάντων γενόμενον τὸν Χριστὸν, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ ἀλλαχοῦ φησιν Ἑβραίοις γράφων, ὅτι Πάλαι λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Τουτέστι, δι' Υἱοῦ. Τὸν λόγον, φησὶ, τῆς ἀληθείας· οὐκέτι τὸν τοῦ τύπου, οὐδὲ τὸν τῆς εἰκόνος. Τὸ εὐαγγέλιον τῆς σωτηρίας ἡμῶν. Καὶ καλῶς εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ, τὸ μὲν πρὸς τὸν νόμον αἰνιττόμενος, τὸ δὲ πρὸς τὴν μέλλουσαν κόλασιν. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ κήρυγμα, ἀλλ' ἢ σωτηρίας εὐαγγέλιον, ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι οὐκέτι ἀπόλλυσιν. Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε ἐν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Πάλιν πολλῆς προνοίας δεῖγμα τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι, οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι. Καθάπερ γὰρ εἴ τις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα. βʹ. Ὁρᾷς πῶς, προϊόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ; Ἕως μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν, ἀλλ' οὐχ ὡς ἡμεῖς· ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτομῇ, καθάπερ καὶ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ' ὡς υἱοὶ, Πνεύματι. Τί ἐστι, Πνεύματι ἐπαγγελίας; Ἤτοι ὅτι κατὰ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν. ∆ύο γάρ εἰσιν ἐπαγγελίαι, μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ἀπὸ τοῦ Υἱοῦ· διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωὴλ λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· Καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καίτοι ἔδει, φησὶν, αὐτὸν ὡς Θεὸν πιστευθῆναι· ἀλλ' οὐκ ἀπὸ τούτου διισχυρίζεται, ἀλλ' ὡς περὶ ἀνθρώπου ἐξετάζει, ὥσπερ ἐν τῇ πρὸς Ἑβραίους, λέγων· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν ἰσχυρὰν παράκλησιν ἔχωμεν. Οὕτω καὶ ἐνταῦθα τεκμήριον ποιεῖται τῆς τῶν μελλόντων ἐπαγγελίας τὰ ἤδη δεδομένα. ∆ιὰ τοῦτο καὶ ἀῤῥαβῶνα καλεῖ· ὁ γὰρ ἀῤῥαβὼν μέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε, τὰ παρ' ἡμῶν, τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀῤῥαβῶνα τέως. ∆ιὰ τί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν; Ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. Ἐπιστεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀῤῥαβῶ 62.19 να, Ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι. Μᾶλλον δὲ καὶ ἄλλην ἔδωκε τιμὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέσχετο. Καθάπερ εἰ πόλεμος εἴη, ἔθνεσι πρὸς ἔθνη διδόασιν ὁμήρους· οὕτω καὶ ὁ Θεὸς ἔδωκε τὸν Υἱὸν αὐτοῦ, τῆς εἰρήνης καὶ τῶν σπονδῶν ἐνέχυρον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ· οἱ γὰρ ὄντως Πνεύματος μετέχοντες, ἴσασιν ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν ἐστι. Τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν ἤδη τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι, καὶ ἔστενεν· ἑτέροις γὰρ ὀφθαλμοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ. Οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις. Εἰ μετείχομεν πάντες Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν καὶ τὴν ἐκεῖ κατάστασιν. Ἀῤῥαβὼν δὲ τίνος ἐστί; Τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται. Νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει, καὶ μετὰ