8
τούτου τόνδε τίθησι τὸν νόμον· 1.3.18 «ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσῃ σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὗ ἐπιθυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου». 1.3.19 καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων· «πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦ θεοῦ φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου». 1.3.20 Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ' ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ' οὖν· «φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν». 1.3.21 καὶ πάλιν ὑπομιμνήσκει λέγων· «οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου». 1.3.22 ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος. περὶ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον· «ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητόν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι ὅτι εὐλόγησέν σε κύριος ὁ θεός σου. 1.3.23 καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανός, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ». 1.3.24 καὶ τὴν τρίτην δ' ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον· «ἑορτὴν τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἄλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ». 1.3.25 ∆ιὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενεὶ καὶ πανοικί, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων· «ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι αὐτά». 1.3.26 Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μωσέως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ' οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει. ὧν ὁ μὲν οὕτως ἔχει· 1.3.27 «ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος». 1.3.28 καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα· οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων· «ὃν ἂν