8
εὐαγγέλιον, ἐν τῇ τῶν μαργαριτῶν ἀφειδίᾳ χείρους εὐερ γετούμενοι γίνονται. διό μοι δοκεῖ καλῶς ἔχειν, καθὼς ὁ θεῖος προείρηκε λόγος, ἀποκρίνειν ἐν τῇ παροχῇ τῶν τιμίων τὰ ἄτιμα, ὡς ἂν μὴ λυποίη τοῦ φιλοτιμουμένου τὴν ἀγαθό τητα ὁ καταπατήσας τὸν μαργαρίτην καὶ τῇ τῶν καλῶν ἀναισθησίᾳ τὴν εὐεργεσίαν ὑβρίσας. 1.1.3 Ταῦτα δέ μοι λέγειν ἐπῆλθεν ἐνθυμηθέντι τόν τε πᾶσιν ἀφειδῶς κοινωνοῦντα τῶν ἰδίων καλῶν, τὸν τοῦ θεοῦ ἄνθρωπον λέγω, τὸ τῆς εὐσεβείας στόμα Βασίλειον, τὸν ἐν τῇ περιουσίᾳ τῶν πνευματικῶν θησαυρῶν καὶ εἰς κακοτέχνους ψυχὰς ἀνεξετάστως πολλάκις τὴν χάριν τῆς σοφίας ἐκχέοντα, καὶ τὸν ἀγνώμονα πρὸς τοὺς ἀγαθόν τι ποιεῖν αὐτὸν ἐσπου 1.1.4 δακότας Εὐνόμιον. οὗτος γὰρ τῷ ὑπερβάλλοντι τῆς κατὰ ψυχὴν ἀρρωστίας, ἣν περὶ τὴν πίστιν ἠσθένησεν, ἐλεεινὸς μὲν ἅπασιν ἔδοξε τοῖς τῆς ἐκκλησίας μετέχουσι (τίς γὰρ οὕτως ἀσυμπαθής, ὡς μὴ οἰκτεῖραι τὸν ἀπολλύμενον;) ἐκεῖνον δὲ μόνον πρὸς τὴν ἐγχείρησιν τῆς θεραπείας ἐκίνησε τὸν μόνον ἐν τῷ περιττεύοντι τῆς φιλανθρωπίας καὶ τοῖς ἀμη χάνοις ἐπιτολμῶντα πρὸς ἴασιν, ὃς τῇ ἀπωλείᾳ τοῦ ἀνδρὸς περιαλγήσας διὰ τὴν φυσικὴν αὐτοῦ πρὸς τοὺς ταλαιπωροῦντας συμπάθειαν οἷόν τι πονηρῶν δηλητηρίων ἀλεξιφάρμακον τὸν Ἀνατρεπτικὸν τῆς αἱρέσεως λόγον ἐπόνησε, σκοπὸν ἔχων ἀνα σῶσαι πάλιν διὰ τούτων καὶ ἀποκαταστῆσαι τῇ ἐκκλησίᾳ τὸν ἄνθρωπον. 1.1.5 Ὁ δὲ καθάπερ ὑπὸ φρενίτιδος παραπληγεὶς τὴν διά νοιαν ἀγριαίνει τῷ θεραπεύοντι καὶ πολεμεῖ καὶ μάχεται καὶ ἐχθρὸν νομίζει τὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας ἀναλα βεῖν βιαζόμενον. καὶ ταῦτα οὐχ ἁπλῶς οὑτωσὶ κατὰ τὸ συμβὰν ἐπὶ τῶν προστυχόντων παραληρεῖ, ἀλλ' ἔγγραφον στήλην τῆς μελαγχολίας ταύτης καθ' ἑαυτοῦ ἀνεστήσατο. 1.1.6 καὶ ἐν μακρῷ τῷ χρόνῳ σχολῆς ἐπιτυχὼν ὁπόσης ἐβούλετο, ὑπὲρ τὰ μεγάλα καὶ πολύσαρκα τῶν θηρίων ὤδινε λόγον ἐν παντὶ τῷ διὰ μέσου χρόνῳ καὶ βαρὺς ἦν ταῖς ἀπειλαῖς ἐν ἀπορρήτοις ἔτι διαπλάσσων τὸ κύημα, ὀψὲ δέ ποτε καὶ μόγις εἰς φῶς προήγαγεν ἀμβλωθρίδιόν τι καὶ ἀτελεσφόρητον γέν 1.1.7 νημα. ὃ πάντες μὲν οἱ τῆς αὐτῆς συμμετασχόντες δια φθορᾶς τιθηνοῦνται καὶ θάλπουσιν, ἡμεῖς δὲ διὰ τὸν ἐκ τῆς προφητείας μακαρισμόν (Μακάριος γάρ, φησίν, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν) ἐπειδὴ καὶ εἰς ἡμετέρας ἀφίκετο χεῖρας, κρατῆσαι τὸ νήπιον τοῦτο λόγιον καὶ ἐδαφίσαι πρὸς τὴν πέτραν ὡς ἕν τι τῶν Βαβυλωνίων τέκνων προεθυμήθημεν· ἡ πέτρα δὲ ἦν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας ὁ λόγος. μόνον ἔλθοι καὶ ἐφ' ἡμᾶς ἡ τὸ ἀσθενὲς ἐνισχύουσα δύναμις διὰ τῶν εὐχῶν τοῦ ἐν ἀσθενείᾳ 1.1.8 τοῦ σώματος τὴν δύναμιν ἑαυτοῦ τελειώσαντος. εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάριν αὐτῷ τὴν ἄμαχον ἐκείνην ἠφίει φωνήν, τίς ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε τι περὶ τῆς ὑποθέσεως ταύτης τολμῆσαι καὶ φθέγξασθαι, πάντα λόγον καὶ πᾶσαν ἠχὴν τῆς θείας ἐκείνης σάλπιγγος 1.1.9 ὑπερηχούσης; ἐπεὶ δὲ ὁ μὲν πρὸς θεὸν ὅλος ἀνέπτατο, πρότερον μὲν ἐν ὀλίγῳ τινὶ καὶ σκιοειδεῖ τῷ λειψάνῳ τοῦ σώματος τῆς γῆς ἐφαπτόμενος, τῷ δὲ πλείονι συμμετεωρο πορῶν τῷ θεῷ, νυνὶ δὲ καὶ τὴν σκιὰν ἐκείνην τοῦ σώματος προσαφεὶς καὶ καταλιπὼν τῷδε τῷ βίῳ, οἱ δὲ κηφῆνες περι βομβοῦσι τὰ κηρία τοῦ λόγου καὶ τὸ μέλι διαλυμαίνονται, μηδεὶς ἐγκαλείτω τόλμαν ἐμοὶ ὑπὲρ τοῦ σιγῶντος στόματος 1.1.10 διαναστάντι πρὸς ἄμυναν. οὐδὲ γὰρ ὑπὲρ τοὺς ἄλλους ἰσχύν τινα λόγων ἐμαυτῷ συνεγνωκὼς κατεδεξάμην τὸν πόνον· ἀλλ' ἀκριβῶς εἰδὼς εἴπερ τις ἕτερος, ὅτι χιλιάδες εὐθηνούντων κατὰ τὸ χάρισμα τῆς σοφίας ἐν τῇ ἐκκλησίᾳ τοῦ κυρίου πληθύνουσιν, ὅμως ἐπειδὴ πάντων μάλιστα προσήκειν ἐμοί φημι τοῦ μεταστάντος τὸν κλῆρον διά τε τοὺς γεγραμμένους καὶ τοὺς τῆς φύσεως νόμους, τούτου χάριν αὐτὸς πρὸ τῶν ἄλλων οἰκειοῦμαι τὴν κληρονομίαν τοῦ λόγου, τῶν μὲν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ συντελούντων τοῖς ἐσχάτοις συναριθ μούμενος, τοῦ δὲ ἀπερρωγότος τῆς ἐκκλησίας