8
ἀσεβῶν ἐσμεν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅταν μήτε ἁμαρτήματα ᾖ, μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ μετὰ πάντων ὦμεν, τότε ἐστί. Νῦν δὲ ἀῤῥαβών. Καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστημεν· οὐ γάρ ἐστι τὸ πολίτευμα ἡμῶν ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν τῶν ἐνταῦθα· πάροικοι γάρ ἐσμεν καὶ νῦν. Εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Συνεχῶς τοῦτο τίθησι. Τί δήποτε; Ὅτι ἱκανὸν πληροφορῆσαι τοὺς ἀκούοντας. Εἰ μὲν γὰρ ἡμῶν ἕνεκεν, φησὶ, ταῦτα ἐποίει, οὐκ ἂν ἦν ἀναμφίβολον· εἰ δὲ δι' αὐτὸν, καὶ ὥστε τὴν ἀγαθωσύνην αὐτοῦ δεῖξαι, ὥσπερ τινὰ μαρτυρίαν, αἰτίαν τίθησι τοῦ μὴ ἂν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα· Ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου· καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε· Ποιῶ ἕνεκεν ἐμοῦ· καὶ ὁ Μωϋσῆς, Ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου, εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου. Πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας καὶ ἀνίησι, μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει, ἅπερ ἐπαγγέλλεται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἀκούοντες· εἰ γὰρ καὶ δι' ἑαυτὸν ποιεῖ, ἀλλ' ὅμως καὶ τὰ παρ' ἡμῶν ἀπαιτεῖ. Εἰ γὰρ, Τοὺς δοξάζοντάς με δοξάσω, φησὶ, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενηθήσονται· ἐννοήσωμεν, ὅτι καὶ τὰ παρ' ἡμῶν ἐπιζητεῖ. Ἔπαινός ἐστι τῆς δόξης αὐτοῦ τὸ τοὺς ἐχθροὺς σῶσαι, ἀλλ' ἐκείνους τοὺς μετὰ τὸ γενέσθαι φίλους μείναντας φίλους· ὡς, εἰ πάλιν ἐπὶ τὴν προτέραν ἔχθραν ἐπανέλθοιεν, πάντα εἰκῆ καὶ μάτην. γʹ. Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Εἰ γὰρ μέλλοιμεν, ἀεὶ ἐχθραίνοντες αὐτῷ, ἀξιοῦσθαι παρ' αὐτοῦ συγγνώμης, οὐ παυσόμεθα ἐχθραίνοντες καὶ θρυπτόμενοι καὶ χείρους γινόμενοι, καὶ πεπηρωμένοι τοῦ ἡλίου τῆς δικαιοσύνης παραγενομένου. Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλμούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πάλιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράμῃς, τίς ἔσται ἀπολογία, ποία συγγνώμη; Οὐδεμία λοιπόν· μίσους γάρ ἐστιν ἀῤῥήτου τοῦτο σημεῖον. Ὅτε μὲν γὰρ οὐκ ᾔδεις τὸν Θεὸν, ἐχθραίνων αὐτῷ, ὁπωσδήποτέ τινα συγγνώμην εἶχες· ἐπειδὴ δὲ ἐγεύσω τῆς χρηστότη 62.20 τος καὶ τοῦ μέλιτος, ἂν πάλιν ἀφεὶς, ἐπὶ τὸν ἔμετον ἔλθῃς τὸν σαυτοῦ, οὐδὲν ἕτερον ἀλλ' ἢ μεγάλου μίσους καὶ καταφρονήσεως ἐκφέρεις σημεῖα. Οὒ, φησὶν, ἀλλ' ὑπὸ τῆς φύσεως ἀναγκάζομαι· φιλῶ μὲν οὖν τὸν Χριστὸν, ἀναγκάζομαι δὲ ὑπὸ τῆς φύσεως. Εἰ ἀνάγκην καὶ βίαν ὑπομένεις, ἕξεις συγγνώμην· εἰ δὲ ἀπὸ ῥᾳθυμίας καταπίπτεις, οὐκέτι. Φέρε οὖν, αὐτὸ δὴ τοῦτο ἐξετάσωμεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁμαρτήματα γίνεται, ἢ ἀπὸ ῥᾳθυμίας καὶ ὀλιγωρίας πολλῆς. Οὐ φονεύσεις, φησί. Ποία τοῦτο ἀνάγκη, ποία βία; Βία μὲν οὖν ἐστι τὸ φονεύειν. Τίς γὰρ ἂν ἡμῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιμὸν τοῦ πλησίον, καὶ αἱμάξαι τὴν δεξιάν; Οὐδὲ εἷς. Ὁρᾷς ὅτι τοὐναντίον, ἀνάγκη τὸ ἁμαρτάνειν μᾶλλόν ἐστι καὶ βία; Ἐνέθηκε γὰρ ὁ Θεὸς φίλτρον τῇ φύσει τῇ ἡμετέρᾳ, ὥστε ἀλλήλους ἀγαπᾷν· Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν ἀρετὴν ἔχομεν ἀπὸ τῆς φύσεως σπέρματα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα μᾶλλον κρατεῖ, τῆς πολλῆς ἡμῶν νωθείας τοῦτο τεκμήριον. Τί δὲ τὸ μοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυμίας τυραννίς. ∆ιὰ τί, εἰπέ μοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ' ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης· ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης· οὐδεὶς ἀνάγκῃ φιλεῖ, ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ μὲν οὖν μίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν ἢ τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυμία μίξεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις καὶ πέρα τοῦ μέτρου τρυφή. Ποῖον γὰρ, εἰπέ μοι, κατὰ λόγον ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην; οὐκ ἴστε, ὅτι αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ τὴν ἐπιθυμίαν· ἡ γὰρ ἐπιθυμία διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν