9
εἰς ἀντίπαλον τάξιν οὐκ ἀσθενέστερος· ἐν γὰρ τῷ ὑγιαίνοντι σώματι καὶ τὸ ἐλάχιστον μέρος διὰ τῆς τοῦ παντὸς συμπνοίας δυνατώ τερον ἂν εἴη τοῦ διεφθορότος τε καὶ τετμημένου, κἂν τὸ μὲν πλέον, τὸ δ' ἔλαττον ᾖ. 1.1.11 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομ πάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν ἢ ῥημά των ἐπίδειξιν συγκαθεῖναι τῷ ἀνθρώπῳ πρὸς μειρακιώδη 1.1.12 τινὰ φιλοτιμίαν προάγομαι· ἐφ' ὧν γὰρ τὸ πλέον ἔχειν ἀνω φελὲς καὶ ἀνόνητον, ἑτοίμως ἐκχωροῦμεν τοῖς βουλομένοις τῆς νίκης. τουτονὶ δὲ καὶ ἄλλως μὲν "1τρίβωνα λόγων"2 εἶναι στο χάζομαι, πρὸς αὐτὴν βλέπων τὴν περὶ τὸ δόγμα τριβήν, δια φερόντως δὲ περὶ τὸν παρόντα πεπονηκέναι λόγον, τεκμαιρό μενος ἔκ τε τοῦ προσαναλῶσθαι τῇ λογογραφίᾳ ταύτῃ τῆς ζωῆς τοῦ συγγραφέως οὐκ ἐλάχιστον μέρος καὶ ἐκ τοῦ κατὰ πᾶσαν ὑπερβολὴν τοὺς ἐραστὰς αὐτοῦ τοῖς πεπονημένοις 1.1.13 ἀγάλλεσθαι. καὶ οὐδὲν ἀπεικὸς τὸν ἐν τοσαύταις ἐτῶν ὀλυμ πιάσι πονήσαντα πλέον τι τῶν αὐτόθεν ἐπιβαλόντων παρα σκευάσασθαι. δείκνυσι δὲ μᾶλλον τὴν τοιαύτην αὐτοῦ περὶ τὸν λόγον κατατριβὴν ἡ περὶ τὰ σχήματα κατὰ τὴν τῶν ῥημάτων συνθήκην ἀπειροκαλία καὶ τὸ περιττόν τε καὶ μά 1.1.14ον τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. πολὺν γάρ τινα συρ φετὸν λεξειδίων ἐξ ὑπογυίου παρασκευῆς ἔκ τινων βιβλίων ἐρανισάμενος ἐπ' ὀλίγοις τοῖς νοηθεῖσιν ἀμέτρητόν τινα σω ρείαν ῥημάτων φιλοπόνως συμφορήσας τὸν "1πολύκμητον"2 τοῦτον ἐξειργάσατο πόνον, ὃν ἐπαινοῦσι μὲν καὶ τεθήπασιν οἱ μαθηταὶ τῆς ἀπάτης, ἐκ τῆς περὶ τὰ καίρια τάχα πηρώ σεως συναφῃρημένοι παντὸς καλοῦ τε καὶ μὴ τοιούτου διά κρισιν, γελῶσι δὲ καὶ ἀντ' οὐδενὸς εἶναι κρίνουσιν οἷς τὸ διορατικὸν τῆς καρδίας τῷ ῥύπῳ τῆς ἀπιστίας οὐκ ἐπημαύ 1.1.15 ρωται. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ὁρῶν τὴν μὲν ὑπόθεσιν τῆς σπουδῆς ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων ἐπηγγελμένην, αὐτὴν δὲ τὴν σπουδὴν εἰς ῥημάτων τε καὶ σχημάτων ἀπειροκαλίαν ἠσχολημένην ἐπ' οὐδενὶ κατορθώ ματι; τί γὰρ ἂν καὶ μᾶλλον συναγωνίσαιτο πρὸς ἔλεγχον μὲν τῶν, ὡς αὐτὸς οἴεται, κακῶς εἰρημένων, σύστασιν δὲ τῆς ἀληθείας τῶν ζητουμένων ἐπίνοιά τις τῶν ἐν τῷ λόγῳ σχημάτων ἀλλόκοτος καὶ σύνταξις καινοπρεπής τε καὶ ἰδιά ζουσα καὶ 20ὕβρις σπουδαζομένη20 καὶ 20σπουδὴ20 πάλιν 20ὑβριζομένη20, κατ' οὐδένα ζῆλον τῶν προειληφότων ἐκπονη 1.1.16 θεῖσα; οὐ γὰρ ἂν ἔχοι τις ἐξευρεῖν πρὸς τίνα βλέπων τῶν ἐπὶ λόγῳ γνωριζομένων ἑαυτὸν εἰς τοῦτο προήγαγεν, ὥσπερ τις τῶν ἐπὶ σκηνῆς θαυματοποιούντων διὰ παραλλήλων καὶ ἰσοκώλων ὁμοιοφώνων τε καὶ ὁμοιοκαταλήκτων ῥημάτων οἷόν τισι κροτάλοις τῷ τῶν λεξειδίων ῥυθμῷ διακυμβαλίζων τὸν 1.1.17 λόγον. τοιαῦτα γάρ ἐστι μετὰ πολλῶν ἑτέρων καὶ τὰ ἐν προοιμίοις αὐτοῦ τερετίσματα, τὰ βλακώδη ταῦτα καὶ παρατε θρυμμένα σωτάδεια, ἅ μοι δοκεῖ τάχα μηδὲ ἠρεμαίῳ διεξ ιέναι τῷ σχήματι, ἀλλ' ὑποκροτῶν τῷ ποδὶ καὶ ἐπιψοφῶν τοῖς δακτύλοις λιγυρῶς ἅμα πρὸς τὸν ῥυθμὸν ἐπιφθέγγεσθαι καὶ λέγειν τὸ 20καὶ μηδὲν ἔτι δεήσειν μήτε λόγων ἑτέρων μήτε πόνων δευτέρων20. 1.1.18 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσομαι ὡς μόνοις τοῖς πρὸς φιλοτιμίαν ὁρῶσι προσήκουσαν, εἴ γέ τινα φέρει φιλοτιμίαν ὅλως τοῖς τοιούτοις τῶν λόγων ἐνδιαθρύπτεσθαι. ἐπεὶ καὶ ὁ γνήσιος ὑπηρέτης τοῦ λόγου Βασίλειος μόνῃ τῇ ἀληθείᾳ κοσμούμενος αὐτός τε ταῖς τοιαύταις ποικιλίαις αἰσχρὸν ᾤετο κατασχηματίζειν τὸν λόγον καὶ ἡμᾶς πρὸς τὴν ἀλήθειαν μόνην ἀφορᾶν ἐξεπαίδευσε, καλῶς καὶ προσηκόντως 1.1.19 τοῦτο νομοθετῶν. τί γὰρ χρὴ τὴν κομμωτικὴν περιεργίαν εἰς τὴν τοῦ νόθου καὶ σεσοφισμένου κάλλους συντέλειαν ἐπι σύρεσθαι τὸν τῷ κόσμῳ τῆς ἀληθείας ὡραϊζόμενον; οἷς μὲν γὰρ ἄπεστιν ἡ ἀλήθεια, χρήσιμον ἴσως διὰ τῆς τῶν ῥημά των ἡδονῆς ὑποφαρμάττειν τὸ ψεῦδος, οἷόν τι φυκίον τὴν τοιαύτην περιεργίαν ἐνδιατρίβοντας τῷ χαρακτῆρι τοῦ