9
οὐχ ὅτι αὐτὸς τὸ κακὸν τῇ τῶν ἀνθρώπων ζωῇ ἐνεποίησεν, ἀλλ' ὅτι τοῖς παρὰ τοῦ θεοῦ δοθεῖσιν ἀγαθοῖς ὁ ἄνθρωπος ὑπὸ ἀβουλίας εἰς κακῶν ὑπηρεσίαν ἐχρήσατο. σύνηθες δέ ἐστι τῇ ἁγίᾳ γραφῇ τὰ τοιαῦτα τῶν νοημάτων ταῖς τοιαύταις ἐξαγγέλλειν φωναῖς, ὡς τὸ Παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας καὶ Ἔδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν καὶ Ἐσκλήρυνε τὴν καρδίαν Φαραὼ καὶ τὸ Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε, καὶ Ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ, καὶ Ἠπάτησάς με καὶ ἠπατήθην, καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα, ἐφ' ὧν ἡ ἀκριβὴς διάνοια οὐ τὸ παρὰ τοῦ θεοῦ τι τῶν ἀτόπων ἐγγενέσθαι τῇ ἀνθρωπίνῃ φύσει συνίστησιν, ἀλλὰ κατηγορεῖ τῆς ἐξουσίας, ἣ ἀγαθὸν 5.303 μέν ἐστι καὶ θεοῦ δῶρον δεδομένον τῇ φύσει, γέγονε δὲ διὰ τῆς ἀβουλίας ἡμῖν δύναμις τῆς πρὸς τὸ ἐναντίον ῥοπῆς. εἶδεν οὖν ὁ ἐκκλησιαστὴς Σύμπαντα τὰ πεποιημένα ἐν τῷ ὑπὸ τὸν ἥλιον βίῳ, ὅτι πάντα ἦν ματαιότης. οὐκ ἦν γὰρ ὁ συνιῶν, οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν καὶ ἅμα ἠχρειώθησαν. διὰ τοῦτο εἰπὼν ὅτι Καὶ ἰδοὺ τὰ πάντα ματαιότης τὴν αἰτίαν ἐπήγαγεν ὅτι οὐχ ὁ θεὸς τούτων αἴτιος ἀλλ' ἡ προαίρεσις τῆς ἀνθρωπίνης ὁρμῆς, ἣν πνεῦμα ὠνόμασεν. κατηγορεῖ δὲ τούτου τοῦ πνεύματος, οὐχ ὅτι τοιοῦτον ἐξ ἀρχῆς ἦν· ἦ γὰρ ἂν ἔξω κατηγορίας ἦν εἰ τοιοῦτον ἐγένετο· ἀλλ' ὅτι διαστραφὲν ἐξηρμόσθη τοῦ κόσμου. ∆ιεστραμμένον γάρ, φησίν, οὐ δυνήσεται ἐπικοσμηθῆναι, τουτέστιν οὐκ ἂν γένοιτο τῇ παρὰ τοῦ θεοῦ διακοσμηθείσῃ κτίσει οἰκεῖον τὸ ἐνδιάστροφον. ὥσπερ γὰρ ὁ τεχνίτης ὁ κατὰ πρόθεσίν τι ἑαυτῷ τεκταινόμενος κανόνι καὶ σπάρτῳ διευθύνει τὰ μέρη τὰ τὴν ἐργασίαν τοῦ σκεύους διὰ τῆς τεχνικῆς πρὸς ἄλληλα θέσεως συμπεραίνοντα· εἰ δέ τι τούτων μὴ κατὰ 5.304 τὴν σπάρτον διευθυνθείη, οὐ παραδέχεται πάντως τὴν διαστροφὴν ἡ εὐθὴς ἁρμονία, ἀλλὰ χρὴ κἀκεῖνο ὑπαχθῆναι τῇ σπάρτῳ καὶ εὐθὺ γενέσθαι, εἰ μέλλοι τῷ εὐθεῖ συναρμόζε σθαι· οὕτω φησὶν ὁ ἐκκλησιαστής, ὅτι ἡ παρὰ τῆς κακίας διαστραφεῖσα φύσις τῇ κεκοσμημένῃ ὑπὸ τοῦ ὀρθοῦ λόγου κτίσει ἐγγενέσθαι οὐ δύναται. Καὶ ὑστέρημα, φησίν, οὐ δυνήσεται ἀριθμηθῆναι. ὑστερεῖσθαι τὸ λείπεσθαι ἡ γραφικὴ συνήθεια νοεῖν διδάσκει, καὶ τοῦτο ἐκ πολλῶν ἔστι πιστώσασθαι. ὁ γὰρ Ἐν παντὶ καὶ ἐν πᾶσι μεμυημένος Παῦλος οἶδε καὶ ὑστερεῖσθαι καὶ περισσεύειν· καὶ ὁ διὰ τῆς ἀσωτίας τὴν πατρικὴν ἐκδαπανήσας οὐσίαν λιμοῦ κατασχόντος ἤρξατο ὑστερεῖσθαι· καὶ περὶ τῶν ἁγίων ὁ Παῦλος διεξιὼν τά τε ἄλλα φησὶ περὶ αὐτῶν, ἐν οἷς ἐκακοπά θουν τῷ σώματι, καὶ τοῦτο προστίθησιν, ὅτι Ὑστερούμενοι καὶ θλιβόμενοι. οὐκοῦν καὶ ἐνταῦθα Ὑστέρημα ὁ λόγος εἰπὼν τὸ λεῖπον διὰ τῆς φωνῆς ἐνεδείξατο· τὸ δὲ λεῖπον ἐναρίθμιον τοῖς οὖσι γενέσθαι οὐ δύναται. καὶ γὰρ οἱ μαθηταί, ἕως μὲν πάντες ἦσαν ἐν τῷ ἰδίῳ πληρώματι, δυοκαίδεκα ἦσαν τὸν ἀριθμόν, ἐπεὶ δὲ ἀπώλετο ὁ υἱὸς τῆς ἀπωλείας, ἐκολοβώ θη ὁ ἀριθμὸς τῷ μὴ συναριθμεῖσθαι τοῖς οὖσι τὸν λείποντα· ἕνδεκα γὰρ μετὰ τὸν Ἰούδαν καὶ ἦσαν καὶ ὠνομάζοντο. τὸ οὖν Ὑστέρημα, φησίν, οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. τί τοῦτο σημαίνει διὰ τοῦ λόγου; ὅτι ἦν ποτε καὶ τὸ καθ' 5.305 ἡμᾶς τῷ παντὶ ἐναρίθμιον· συνετελοῦμεν γὰρ καὶ ἡμεῖς εἰς τὴν ἱερὰν τῶν λογικῶν προβάτων ἑκατοντάδα. ἐπεὶ δὲ ἀπεβουκολήθη τῆς οὐρανίου διαγωγῆς τὸ ἓν πρόβατον ἡ ἡμετέρα φύσις διὰ κακίας πρὸς τὸν ἁλμυρὸν τοῦτον καὶ αὐχμῶντα τόπον κατασπασθεῖσα, οὐκέτι ὁ αὐτὸς ἀριθμὸς ἐπὶ τοῦ ποιμνίου τῶν ἀπλανῶν μνημονεύεται, ἀλλ' ἐνε νήκοντα καὶ ἐννέα κατονομάζονται· τὸ γὰρ μάταιον ἔξω τοῦ ἀριθμοῦ τῶν ὑφεστώτων γίνεται, διότι Ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. ἦλθεν οὖν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἀποκαταστῆσαι τοῖς οὖσι τὸ τῇ ματαιότητι τῶν ἀνυπάρκτων ἐναπολλύμενον, ἵνα πάλιν ἄρτιος γένηται ὁ τῆς κτίσεως τοῦ θεοῦ ἀριθμός, ἀποσωθέντος τοῦ ἀπολωλότος τοῖς μὴ ἀπολλυμένοις. Τίς οὖν ἡ τοῦ πλανηθέντος ἐπάνοδος καὶ τίς ὁ τρόπος τῆς ἀπὸ τῶν κακῶν πρὸς τὸ ἀγαθὸν ἀναλύσεως, ἐν τοῖς ἐφεξῆς διδασκόμεθα. ὁ γὰρ πεπειραμένος