1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

9

παρεσχέθη, οὐ διὰ μοιχείαν οὐδὲ διαφθοράν. Ἴσασι καὶ οἱ νόμοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήμασι· μᾶλλον δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως. Οὐ γὰρ οὕτως ὁ Θεὸς τὴν φύσιν ἐδημιούργησεν, ὡς ἀνάγκην ἔχειν ἁμαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν λόγον, μήτιγε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός. Ἀλλὰ τί; τὸ κλέπτειν ἀνάγκης ἐστί; Ναὶ, φησίν· ἡ γὰρ πενία τοῦτο ποιεῖ. Ἡ πενία ἐργάζεσθαι μᾶλλον ἀναγκάζει, οὐ κλέπτειν. Ἡ πενία τοίνυν τοὐναντίον ποιεῖ· τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν. Ὥστε καὶ τοῦτο ῥᾳθυμίας ἐστί. Καὶ ὧδε μάθῃς· τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας; Τοῦτο εὔκολον· καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο πράττουσιν, ἢ ἐκεῖνο. 62.21 δʹ. Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία; Τί δὲ τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν, ποίαν ἂν ἔχοι ἀνάγκην; Οὐδεμίαν, οὐδὲ βίαν, ἀλλ' ἑκόντες ἐπὶ τοῦτο ἐρχόμεθα. Ἀπιστούμεθα, φησίν. Ἀπιστούμεθα, ἐπειδὴ βουλόμεθα· ἐξῆν γὰρ ἀπὸ τοῦ τρόπου πιστεύεσθαι μᾶλλον ἡμᾶς, ἢ ἀπὸ τῶν ὅρκων. ∆ιὰ τί γὰρ, εἰπέ μοι, τοῖς μὲν οὐδὲ ὀμνύουσι πιστεύομεν, τοὺς δὲ καὶ χωρὶς ὅρκων πιστοὺς ἡγούμεθα; Ὁρᾷς ὅτι οὐδαμοῦ χρεία ὅρκων; Ἂν ὁ δεῖνα εἴπῃ, φησὶ, καὶ χωρὶς ὅρκων πιστεύω· σοὶ δὲ οὐδὲ μεθ' ὅρκων. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο μᾶλλον ἀπιστίας, ἢ πίστεως τεκμήριον. Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν. Ὥστε ὁ μάλιστα συνεχῶς τῷ ὅρκῳ κεχρημένος, οὗτος οὐδαμοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν· ὁ δὲ μηδαμοῦ κεχρημένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει. Χρεία ὅρκου πρὸς τὸ πιστεύεσθαι λοιπόν; Οὐδαμῶς· ὁρῶμεν γὰρ, ὅτι οἱ μὴ ὀμνύοντες, οὗτοι μᾶλλον πιστεύονται. Ἀλλὰ τί; τὸ ὑβριστὴν εἶναι ἀνάγκης ἐστί; Ναὶ, φησίν· ὁ γὰρ θυμὸς ἐξάγει, καὶ φλέγει, καὶ οὐκ ἀφίησι τὴν ψυχὴν ἠρεμεῖν. Οὐ τοῦ θυμοῦ ἐστιν, ἄνθρωπε, ἀλλὰ τῆς μικροψυχίας τὸ ὑβρίζειν· εἰ δὲ θυμοῦ ἦν, πάντες ἄνθρωποι ὀργιζόμενοι, οὐκ ἂν διέλειπον ὑβρίζοντες. Θυμὸν ἔχομεν, οὐχ ἵνα ὑβρίζωμεν τοὺς πλησίον, ἀλλ' ἵνα τοὺς ἁμαρτάνοντας ἐπιστρέφωμεν, ἵνα διανιστώμεθα, ἵνα μὴ νωθεῖς ὦμεν. Ὥσπερ τι κέντρον ἔγκειται ἡμῖν ὁ θυμὸς, ἵνα κατὰ τοῦ διαβόλου βρύχωμεν τοὺς ὀδόντας, ἵνα σφοδροὶ ὦμεν πρὸς αὐτὸν, οὐχ ἵνα κατ' ἀλλήλων στῶμεν. Ὅπλα ἔχομεν, οὐχ ἵνα ἡμᾶς αὐτοὺς πολεμῶμεν, ἀλλ' ἵνα κατὰ τοῦ πολεμίου χρώμεθα τῇ παντευχίᾳ. Ὀργίλος εἶ; Ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπίπληττε τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡμῖν αὐτὴν ἐνέθηκεν ὁ Θεός. Ἀλλ' ἡ ἁρπαγὴ ἐξ ἀνάγκης ἐστίν; Οὐδαμῶς· ποία γὰρ ἀνάγκη τὸ ἁρπάζειν, εἰπέ μοι; ποία βία; Πενία, φησὶ, ποιεῖ, καὶ τὸ δέος τῶν ἀναγκαίων. ∆ιὰ τοῦτο μὲν οὖν οὐκ ὀφείλεις ἁρπάζειν· οὐ γὰρ ἀσφαλὴς ὁ τοιοῦτος πλοῦτος. Σὺ δὲ ταυτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐρωτηθεὶς, τί δήποτε εἰς ἄμμον τὰ θεμέλια τῆς οἰκίας καταβάλλοι, εἴποι, ὅτι ∆ιὰ τὸν κρυμὸν, διὰ τὸν ὑετόν. ∆ιὰ τοῦτο μὲν οὖν εἰς ἄμμον οὐκ ἐχρῆν καταβάλλειν· ἀναστρέφει γὰρ αὐτὰ ταχέως καὶ ὑετὸς καὶ πνεύματα καὶ ἄνεμος. Ὥστε εἰ πλουτεῖν θέλεις, μὴ πλεονέκτει. Εἰ παισὶ βούλει παραδοῦναι πλοῦτον, 62.22 δίκαιον κτῆσαι, εἴ γέ τίς ἐστι τοιοῦτος· οὗτος γὰρ μένει, καὶ βέβαιος ἕστηκεν· ὁ δὲ μὴ τοιοῦτος ταχέως ἀπόλλυται καὶ διαφθείρεται. Πλουτεῖν θέλεις, εἰπέ μοι, καὶ τὰ τῶν ἄλλων λαμβάνεις; Καὶ μὴν τοῦτο οὐκ ἔστι πλοῦτος, ἀλλὰ τὸ τὰ ἴδια κατέχειν· ὁ δὲ τὰ ἀλλότρια ἔχων, οὐκ ἂν εἴη πλούσιος· ἐπεὶ οὕτω γε ἂν καὶ οἱ τὰ σηρικὰ πωλοῦντες, ἱμάτια παρ' ἑτέρων λαμβάνοντες, καὶ εὐπορώτεροι καὶ πλουσιώτεροι πάντων λέγοιντο ἄν· καίτοι γε αὐτῶν ἐστι τέως, ἀλλ' ὅμως αὐτοὺς οὐ