10
οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά». 1.3.40 Ἆρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν Ἀβραὰμ εὐλογίας, ταῦτα πάντα χρῆν πράττειν καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς τὰ Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μωσέως θυσίαν ἐφ' ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμόν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν; 1.3.41 ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν. Ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη», ἐπιλέγει· «διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». 1.3.42 οὐ γὰρ τὰ Μωσέως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ' ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ' ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ οἱ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μωσέως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ' οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος· «νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι»; 1.3.43 Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ' ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξο λοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». 1.3.44 καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστόν, ἐξ Ἰουδαίων προελθόντα πάντων τῶν ἐθνῶν κατακρατήσειν πάλιν ἀναφωνεῖ λέγων· «ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμόν, ὡς σκηναὶ ἃς ἔπηξεν κύριος. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ». 1.3.45 ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ' Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσπιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρξάντων, δηλοῖ λέγων· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν». 1.3.46 Ποία δὲ προσδοκία ἦν ἀλλ' ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν «εὐλογηθήσεσθαι ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς»; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μωσῆς ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν Ἀβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου. 1.3.47 οὗτος δ' ἄρα ἦν, ὃν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶν κυριεύσειν προμαρτυρόμενος εὐηγγελίζετο. 1.4.1 ∆ιὰ δὴ οὖν ταῦτα, ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας, τὰς παρ' Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μωσῆς περὶ τοῦ μετ' αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, ἀλλὰ καὶ οἱ μετ' αὐτὸν προφῆται συλλήβδην