10
λόγου· οὕτω γὰρ ἂν πιθανή τε καὶ εὐπαράδεκτος ἡ ἀπάτη τοῖς ἀκούουσι γένοιτο, κατεγλωττισμένη καὶ περιηνθισμένη ταῖς τοιαύταις τοῦ λόγου κομψείαις· ὅταν δὲ καθαρὰ καὶ ἀμιγὴς παντὸς δολεροῦ προκαλύμματος σπουδάζηταί τισιν ἡ ἀλή θεια, οἴκοθεν ἐπαστράπτει τοῖς λεγομένοις τὸ κάλλος. 1.1.20 Μέλλων δὲ ἤδη τῆς ἐξετάσεως ἅπτεσθαι τῶν εἰρη μένων ἀμηχανεῖν μοι δοκῶ καθάπερ ἐν νηνεμίᾳ τις γεωργός, οὐκ ἔχων ὅπως διακρίναιμι τὸν καρπὸν καὶ τὸ ἄχυρον· το σοῦτον ἐν τῷ θημῶνι τούτῳ τῶν λόγων τὸ περιττόν τε καὶ ἀχυρῶδές ἐστιν, ὡς ἐγγὺς εἶναι τοῦ μηδ' ὅλως νομίζειν ἐν πᾶσι τοῖς εἰρημένοις ὑπ' αὐτοῦ πραγμάτων εἶναί τινα καὶ 1.1.21 νοημάτων ὑπόστασιν. τὸ γὰρ πᾶσιν ἐφεξῆς τοῖς γεγραμ μένοις ἐπεξιέναι μάταιόν τε ἅμα πρὸς τὴν σπουδὴν καὶ ἐπί πονον καὶ οὐδὲ συμβαῖνον κρίνω τῷ ἡμετέρῳ σκοπῷ· οὔτε γὰρ τοσοῦτον περίεστιν ἡμῖν τῆς σχολῆς, <ὡς> ἔχειν κατ' ἐξουσίαν ἐνευκαιρεῖν τοῖς ματαίοις, καὶ προσήκειν οἶμαι τὸν δόκιμον ἐργάτην μὴ περὶ τὰ μάταια κατατρίβειν τὴν δύ ναμιν, ἀλλ' ἐν οἷς ὁ πόνος τὸν καρπὸν ὁμολογούμενον ἔχει. 1.1.22 Ὅσα τοίνυν εὐθὺς ἐν προοιμίοις ἀποσεμνύνων ἑαυτὸν ὡς 20ἀληθείας20 προστάτην τῷ τῆς 20ἀπιστίας20 ὀνείδει τῶν ἀντιτεταγμένων καθάπτεται λέγων 20ἔμμονόν τι καὶ δυσ έκνιπτον αὐτοῖς ἐντετηκέναι τὸ μῖσος20, καὶ ὡς ἐπισοβαρεύεται τοῖς ἔναγχος 20ἐγνωσμένοις20 αὐτῷ, τίνα μὲν τὰ γνωσθέντα μὴ προστιθείς, 20κρίσιν20 δέ τινα τῶν ἀμφισβη τησίμων ἐν αὐτοῖς γεγενῆσθαι λέγων καί τινα δίκην ἔννομον τὴν τοῦ σωφρονεῖν ἀνάγκην τοῖς οὐκ ἐν δίκῃ θρασυνομένοις ἐπάγουσαν, λέγων οὑτωσὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν Λύδιον ἁρμονίαν ἐκείνην· 20καὶ τῶν οὐκ ἐν δίκῃ θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἠναγκασμένων20, ἣν καὶ 20ἀπόρρησιν τῶν ἐπαναστάντων20 ὠνόμασεν οὐκ οἶδ' ὅ τι νοῶν τὴν 20ἀπόρρησιν20, καὶ πάντα τὰ τοιαῦτα ὡς μάταιον ὄχλον καὶ εἰς οὐδὲν φέροντα χρήσιμον παρα 1.1.23 δραμοῦμαι τῷ λόγῳ· εἰ δέ τινα τοῦ αἱρετικοῦ φρονή ματος συνηγορίαν πεποίηται, πρὸς τοῦτό μοι καλῶς ἔχειν ἡγοῦμαι τὴν πλείω ποιεῖσθαι σπουδήν. οὕτω γὰρ καὶ ὁ τῶν θείων δογμάτων ὑποφήτης ἐν τῷ καθ' ἑαυτὸν λόγῳ πεποίηκεν, ὃς πολλῶν ὄντων τῶν δυναμένων εἰς πλάτος ἐκτεῖναι τὸν λόγον διὰ τῶν ἀναγκαίων προϊὼν μόνων συντέμνει τὸ πλῆθος τῆς ὑποθέσεως, τὰ κεφάλαια τῆς βλασφημίας ἐκ πάντων τῶν εἰρημένων ἐν τῇ βίβλῳ τῆς ἀσεβείας ἀναλεξάμενος. 1.1.24 Εἰ δέ τις ἐπιζητεῖ κατὰ τὴν τοῦ λόγου τάξιν ἀκο λούθως ἀντιταχθῆναι καὶ τὸν ἡμέτερον, εἰπάτω τὸ κέρδος. τί πλέον γενήσεται τοῖς ἀκούουσιν, εἰ τὸν γρῖφον καὶ τὸ αἴνιγμα τῆς ἐπιγραφῆς διαλύσαιμι, ὃ κατὰ τὴν τραγικὴν σφίγγα εὐθὺς ἡμῖν ἐν προοιμίοις προτείνεται, τὴν καινὴν ἐκείνην 20Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν20 καὶ τὸν πολὺν ἐπὶ τούτῳ λῆρον καὶ τὴν μακρὰν τοῦ ὀνείρου κατα 1.1.25 λέγων διήγησιν; οἶμαι γὰρ ἱκανῶς ἀποκναίειν τοὺς ἐν τυγχάνοντας καὶ ἐν μόνῳ τῷ λόγῳ τοῦ Εὐνομίου σῳζόμενον τό τε γλίσχρον καὶ μάταιον τῆς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου καινότητος καὶ τὸ φορτικὸν ἅμα καὶ περίαυτον τῶν οἰκείων διηγημάτων, οἵους 20πόνους καὶ ἄθλους20 ἑαυτοῦ διεξέρ χεται 20διὰ πάσης γῆς τε καὶ θαλάττης πεφοιτη κότας καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ κηρυσσο 1.1.26 μένους20. εἰ δὲ ταῦτα πάλιν γράφοιτο καὶ μετὰ προσ θήκης, ὡς εἰκός, τῶν τῆς ψευδολογίας ἐλέγχων πλεονα ζόντων τὸν λόγον, τίς οὕτως στερρὸς φανεῖται καὶ ἀδαμάν 1.1.27 τινος, ὡς μὴ προσναυτιᾶσαι τῇ ἀκαιρίᾳ τοῦ πόνου; εἰ δὲ καὶ τὴν ἔνθεον ἐκείνην ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τίς 20ὁ κατὰ τὸν Εὔξεινον Πόντον διὰ τῆς ὁμωνυ μίας αὐτὸν προλυπήσας20, οἷος ὁ βίος, τίνες αἱ σπου δαί, πῶς 20διεφέρετο πρὸς τὸν Ἀρμένιον διὰ τὴν ὁμοτροπίαν τοῦ ἤθους, εἶτα ἐπὶ τίσι συνέθεντό τε μετ' ἀλλήλων καὶ κατηλλάγησαν, ὡς ἐπὶ τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν Ἀέτιον20, τὸν διδάσκαλον αὐτοῦ, 20συμφρονῆσαι20 (τούτοις γὰρ αὐτὸν ἀποσεμνύνει τοῖς ἐπαίνοις), εἶτα τίς 20ἡ καθ' αὑτοῦ μη χανὴ καὶ ἐπίνοια, δι' ἧς εἰς κρίσιν20 τὸν ἄνδρα 20κατ έστησαν, ἔγκλημα ποιούμενοι τὸ εὐδοκιμεῖν20 1.1.28