11
εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν ∆αβὶδ φάσκων· «κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν». 1.4.2 ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. διὸ καὶ ἐν ἑτέρῳ τοῖς ἔθνεσι προσφωνεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ' ἕτερον καινόν, λέγων· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ». 1.4.3 καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». 1.4.4 καὶ πάλιν· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν». 1.4.5 Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσιν καταγγέλλει, τοῦ διὰ Μωσέως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος. τοῦτό τοι τὸ καινὸν ᾆσμα καινὴν διαθήκην Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραήλ, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός». 1.4.6 Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας, τὴν μὲν παλαιὰν ὀνομάζει τὴν δὲ καινήν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις τὸν αἰγυπτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. «δικαίοις γάρ, φησί, νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς», καὶ τοῖς παραπλησίοις. 1.4.7 ἡ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελμένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ' ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἡσαΐας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάντες οἱ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ». 1.4.8 τίς δ' ἂν εἴη ὁ ἐκ Σιὼν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως ἐν τῷ Σινᾶ ὄρει νενομοθετημένου, ἀλλ' ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιὼν προεληλυθὼς καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιὼν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκολούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μαθητὰς πεποίητο φήσας· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». 1.4.9 τίνα δὲ ταῦτα ἦν ἀλλ' ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ