11
αὐτὸν 20καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι20· εἰ ταῦτα λέγοιμι πάντα, ἆρ' οὐχὶ καθάπερ οἱ τῶν ὀφθαλμῶν τὴν νόσον ἐκ τῆς πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ' ἑαυτοὺς ἕλκοντες, οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ περὶ τὴν ματαίαν σπουδὴν ἀρρωστήματος, ἑπόμενος κατ' ἴχνος τῇ φλυαρίᾳ καὶ τὰ καθ' ἕκαστον ἐξετάζων, τίνας φησὶ 20δούλους εἰς ἐλευ θερίαν ἀφιεμένους καὶ τίνα μυουμένων σχέσιν καὶ ἀργυρωνήτων τάξιν20, καὶ τί βούλονται 20Μόντιος20 καὶ 20Γάλλος20 καὶ 20∆ομετιανὸς20 ἐπεισιόντες τῷ λόγῳ καὶ 20μάρτυρες ψευδεῖς20 καὶ 20βασιλεὺς ὀργιζόμενος20 1.1.29 καὶ 20εἰς ὑπερορίαν20 τινὲς 20μεθιστάμενοι20; τί γὰρ ἂν καὶ γένοιτο τούτων ματαιότερον τῶν διηγημάτων τῷ γε μὴ ψιλὴν ἱστορίαν διηγήσασθαι βουλομένῳ, ἀλλὰ διελέγξαι τὸν ἀντειπόντα τῷ τῆς αἱρέσεως δόγματι; πολὺ δὲ μᾶλλον τὰ ἐπὶ τούτοις διὰ τῆς ἱστορίας δηλούμενα πλείονα τὴν ἀχρη στίαν ἔχει· οἶμαι γὰρ μηδ' ἂν αὐτὸν τὸν συγγραφέα διελ θεῖν ἀνυστάκτως, κἂν φυσικῇ τινι στοργῇ κρατῶνται πρὸς τοὺς ἐξ αὑτῶν οἱ πατέρες. δηλοῦται γὰρ ἐκεῖ δῆθεν τὰ πε πραγμένα καὶ τὰ πάθη διὰ τοῦ λόγου εἰς ὕψος αἴρεται καὶ εἰς τραγῳδίας ὄγκον ἡ ἱστορία μετασκευάζεται. 1.1.30 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ 1.1.30 δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις <καὶ> καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθεν ἀηδίας καταπιμπλάμενος, οὕτω κἀγὼ διὰ τῆς μνήμης τῶν γεγραμ μένων διεξάγων τὸν λόγον καταμολύνω τὸ σύγγραμμα, πρέ πειν ἡγοῦμαι πάντα τὸν τοιοῦτον συρφετόν, ὅπως ἂν ᾖ δυ νατόν, ὑψηλῷ καὶ ταχεῖ τῷ ἅλματι τοῦ λόγου διαπηδήσας (ἱκανὸν γὰρ κέρδος ἡ ταχεῖα τῶν ἀηδῶν ἀναχώρησις) πρὸς τὸ πέρας τῆς ἱστορίας ἐπισπεῦσαι τὸν λόγον, ὡς ἂν μὴ καὶ τῷ ἐμῷ βιβλίῳ τὰ τῆς πικρίας αὐτῶν ἐνστάζοιτο ῥήματα. 1.1.31 μόνῃ γὰρ πρεπέτω τῇ Εὐνομίου φωνῇ τὰ τοιαῦτα λέγειν περὶ ἱερέων θεοῦ, 20ὑπασπιστὰς καὶ ῥαβδούχους καὶ δορυφόρους καταπλήσσοντας, διερευνωμένους, λαθεῖν οὐκ ἐπιτρέποντας τὸν κρυπτόμενον20, καὶ ὅσα ἄλλα κατὰ πολιᾶς ἱερέων οὐκ αἰσχύνεται γράφων. 1.1.32 ὥσπερ γὰρ ἐν τοῖς παιδευτηρίοις τῶν ἔξωθεν λόγων εἰς γυμνασίαν τῆς κατὰ τὴν γλῶσσαν καὶ τὸν νοῦν ἑτοιμότητος ἀφορμαὶ καταφορᾶς τοῖς μειρακίοις προβάλλονται κατά τινος ἀορίστου προσώπου, οὕτω κατ' εὐθεῖαν ἐπεμβαίνει τοῖς μνη μονευθεῖσιν ὁ συγγραφεὺς καὶ τὴν κακήγορον αὐτοῖς ἐπαφ ίησι γλῶσσαν καὶ τὰ ἔργα τῆς πονηρίας σιγήσας ψιλὴν αὐτῶν κατασκεδάζει τὴν ἑωλοκρασίαν τῶν ὕβρεων, πᾶν ὄνειδος κατ' αὐτῶν συμπλάσσων καὶ συντιθεὶς ἐν ταῖς λοι δορίαις τὰ ἄμικτα, 20φαιοτρίβωνά τινα στρατιώ την20, καὶ 20ἅγιον20 καὶ 20ἐξάγιστον, ὑπὸ νηστείας τε ὠχριῶντα καὶ ὑπὸ πικρίας φονῶντα, καὶ20 πολλὴν ἄλλην τοιαύτην βωμολοχίαν. <καὶ> καθάπερ ἐν ταῖς ἔξω πομπαῖς διαβέβληταί τις ὡς δι' ὑπερβολὴν ἀναιδείας ἄνευ προσωπείου κωμάζων, οὕτως οὐδενὶ παραπετάσματι τὴν πικρίαν ἑαυτοῦ συσκιάσας γυμνῇ καὶ ἀπηρυθριασμένῃ φωνῇ 1.1.33 τὰ ἐκ τῆς ἁμάξης προφέρει· εἶτα ὁμολογεῖ ἐφ' οἷς παρο ξύνεται, ὅτι 20σπουδὴν ἐποιοῦντο20, φησίν, 20ἐκεῖνοι μὴ πολλοὺς τῇ ἀπάτῃ20 τούτων 20συνδιαστρέφεσθαι20. καὶ διὰ τοῦτο χαλεπαίνει, ἐπὶ τῷ μὴ πᾶσιν οἷς ἐβούλοντο τόποις κατ' ἐξουσίαν ἐνδιατρίβειν, ἀλλὰ γενέσθαι κατὰ τὸ πρόσταγμα τοῦ τότε κρατοῦντος Φρυγίαν αὐτοῖς ἐνδιαίτημα, ὡς ἂν μὴ πολλοὶ βλάπτοιντο τῇ πονηρᾷ συνουσίᾳ, καὶ ὑπὲρ τούτων ἀγανακτῶν ἐκεῖνα γράφει· 20καὶ ἡ πολλὴ βαρύτης τῶν ἄθλων καὶ τὰ δυσβάστακτα πάθη καὶ ἡ γενναία τῶν παθημάτων ὑπομονή, τὸ Φρυγίαν20 αὐτοὺς 20ἀντὶ τῆς ἐνεγκούσης ἀλλάξασθαι20. 1.1.34 Πάνυ γε. οὐ γὰρ ὄνειδος ἦν τῷ Ὀλτισηριώτῃ τὰ συμ βεβηκότα καὶ τοῦ πατρικοῦ φρονήματος καθαίρεσιν φέροντα καὶ τὴν τοῦ γένους ἀξίαν ὑβρίζοντα, ὡς μὴ ἂν ἑλέσθαι ταῦτα, ἐφ' οἷς οὗτος νῦν χαλεπαίνει, τὸν ὀνομαστὸν ἐκεῖνον καὶ διώνυμον Πρίσκον, τὸν τοῦ πατρὸς τούτου πατέρα, ὅθεν τούτῳ τὰ λαμπρὰ καὶ περίβλεπτα τοῦ γένους ἐστὶ διηγή ματα, ὁ 20μυλὼν20 καὶ τὸ 20σκύτος20 καὶ τὸ 20οἰκετικὸν σι 1.1.35 τηρέσιον20 καὶ ἡ λοιπὴ τοῦ Χαναὰν κληρονομία, καὶ ἐπὶ