1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

11

μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, ὡς οὐκ ἂν μαθὼν ἐκεῖνα, εἰ μὴ πόνος τε καὶ μελέτη τῆς γνώσεως αὐτῶν καθηγήσατο· ἀλλὰ καὶ Παραβολάς, φησί, καὶ ἐπιστήμην ἔγνων, τουτέστι τὴν ἐξ ἀναλογίας γινομένην τοῦ ὑπερκειμένου κατάληψιν διὰ τῆς παραθέσεως τῶν γινωσκομένων. καὶ ταῦτα μεμαθηκέναι 5.309 λέγει· Παραβολὰς γάρ, φησί, καὶ ἐπιστήμην ἔγνων, καθάπερ καὶ ἐν τῷ εὐαγγελίῳ διδάσκων τοὺς ἀκροωμένους ὁ κύριος τὸν περὶ τῆς βασιλείας λόγον ὑπ' ὄψιν ἄγει, ἢ μαργαρίτην ἢ θησαυρὸν ἢ γάμον ἢ κόκκον ἢ ζύμην ἤ τι τοιοῦτον διηγησά μενος, οὐ ταῦτα λέγων εἶναι τὴν βασιλείαν, ἀλλὰ διὰ τῆς ὁμοιώσεως τῶν ἐν τούτοις σημαινομένων ἐναύσματά τινα καὶ αἰνίγματα τῶν ὑπὲρ κατάληψιν πραγμάτων παραβολικῶς τοῖς ἀκούουσιν ὑποδείκνυσιν. καὶ εἰς τοῦτό μοι γέγονε, φησίν, ἡ προαίρεσις τοῦ πνεύματος, τὸ γενέσθαι μοι πλῆθος σοφίας, ὡς ἂν διὰ τοῦ γενέσθαι σοφὸς μὴ διαμάρτοιμι τῆς τῶν ὄντων γνώσεως μηδὲ ἐκτὸς γενοίμην τῆς τοῦ λυσιτελοῦντος εὑρέσεως. ἐκ γὰρ σοφίας ἡ γνῶσις συνίσταται, ἡ δὲ γνῶσις εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν τοῦ ὑπερέχοντος κρίσιν. τοῦτο δὲ οὐκ ἀκμητὶ τοῖς σπουδάζουσι παραγίνεσθαι πέφυκεν, ἀλλ' ὁ προστιθεὶς ἑαυτῷ γνῶσιν συνεπιτείνει πάντως τῇ μαθήσει τὸν πόνον. διὸ φησίν, ὅτι Ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα. καὶ τοιοῦτος γεγονὼς τότε τῶν ἡδέων ὡς ματαίων καταψηφίζεται. Λέγει γὰρ ὅτι Εἶπα ἐγὼ ἐν τῇ καρδίᾳ μου, δεῦρο δή, πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθοῖς, καί γε τοῦτο ματαιότης. οὐ γὰρ εὐθὺς ἔδωκεν ἑαυτὸν τῇ τοιαύτῃ πείρᾳ οὐδὲ ἄγευστος τοῦ κατεσκληκότος τε καὶ σεμνοτέρου βίου πρὸς τὴν τῶν ἡδέων μετουσίαν κατώλισθεν, ἀλλ' ἐνασκηθεὶς 5.310 ἐκείνοις καὶ κατορθώσας τῷ ἤθει τὸ ἀμειδὲς καὶ ἀνένδοτον, δι' ὧν μάλιστα τὰ τῆς σοφίας μαθήματα τοῖς σπουδάζουσι γίνεται, τότε καθίησι πρὸς τὰ τῇ αἰσθήσει τερπνὰ νομιζόμενα, οὐ πάθει πρὸς ταῦτα καθελκυσθείς, ἀλλὰ τοῦ ἐπισκέψασθαι χάριν, εἴ τι συντελεῖ πρὸς τὴν τοῦ ἀληθινῶς ἀγαθοῦ γνῶσιν ἐν τούτοις γενομένη ἡ αἴσθησις. ἐπεὶ τό γε κατ' ἀρχὰς ἐχθρὸν ἑαυτοῦ ποιεῖται τὸν γέλωτα καὶ περιφορὰν ὀνομάζει τὸ πάθος, ὅπερ ἴσον ἐστὶ κατὰ διάνοιαν τῇ παραφορᾷ τε καὶ παρανοίᾳ· ἦ τί γὰρ ἂν ἄλλο τις ὀνομάσειε κυρίως τὸν γέλωτα, ὃς μήτε λόγος ἐστὶ μήτε ἔργον ἐπί τινι σκοπῷ κατορθούμενον, διάχυσις δὲ σώματος ἀπρεπὴς καὶ πνεύματος κλόνος καὶ βρασμὸς ὅλου τοῦ σώματος καὶ διαστολὴ παρειῶν καὶ γύμνωσις ὀδόντων τε καὶ οὔλων καὶ ὑπερῴας αὐχένος τε λυγισμὸς καὶ φωνῆς παράλογος θρύψις συνεπικοπτομένης τῇ κλάσει τοῦ πνεύματος· τί ἂν ἄλλο εἴη τοῦτο, φησί, καὶ οὐ παράνοια; διό φησι Τῷ γέλωτι εἶπον περιφοράν, ὡς ἂν εἰ ἔλεγε τῷ γέλωτι, ὅτι· μαίνῃ καὶ παρεξέστηκας καὶ οὐκ ἐντὸς τοῦ καθεστῶτος μένεις, ἑκουσίως ἀσχημονῶν καὶ διαστρέφων 5.311 ἐν τῷ πάθει τὸ εἶδος, ἐπ' οὐδενὶ χρησίμῳ τὴν διαστροφὴν ἐργαζόμενος. εἶπον δὲ Καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι· πρὸς τὴν ἡδονὴν ἀντιστατικῶς ἔσχον ὑποπτεύων αὐτῆς τὸν προσεγγισμόν, οἱονεὶ κλέπτου τινὸς λαθραίως ἐντὸς παραδυομένου τῶν τῆς ψυχῆς ταμιείων, οὐκ ἀφῆκά ποτε κατακρατῆσαι τῆς διανοίας αὐτήν. εἰ γὰρ ἔγνων μόνον τὴν ἡδονὴν οἷόν τι θηρίον τὰς αἰσθήσεις μου περιέρπουσαν, εὐθὺς <ἂν> ἀπεμαχόμην τε πρὸς αὐτὴν καὶ ἀντέβαινον, Τί ταῦτα ποιεῖς λέγων πρὸς τὴν ἀνδραποδώδη ταύτην καὶ ἄλογον εὐφροσύνην· τί ἐκθηλύνεις τὸ ἀνδρῶδες τῆς φύσεως; τί καταμαλάσσεις τῆς διανοίας τὸ σύντονον; τί ἐκνευρίζεις τῆς ψυχῆς τὸν τόνον; τί διαλυμαίνῃ τοῖς λογισμοῖς; τί μοι τὸ καθαρὸν τῆς τῶν νοημάτων αἰθρίας τῇ παρ' ἑαυτῆς ὁμίχλῃ ζόφον ποιεῖς; Ταῦτα, φησί, καὶ τὰ τοιαῦτα ποιήσας Ἐσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, τουτέστιν ὅπως ἂν ἐπικρατεστέρα γένοιτο ἡ τῶν νοητῶν ἐπιμέλεια τῶν τῆς σαρκὸς κινημάτων, ὥστε μὴ στασιάζειν πρὸς ἑαυτὴν τὴν φύσιν, ἄλλα μὲν τῆς διανοίας προαιρουμένης, πρὸς ἕτερα δὲ τῆς σαρκὸς ἀφελκούσης, ἀλλ' ὡς καταπειθὲς καὶ ὑποχείριον ποιῆσαι τῷ νοητῷ τῆς ψυχῆς μέρει τὸ τῆς σαρκὸς ἡμῶν 5.312 φρόνημα, ἑλκυσθέντος τε καὶ καταποθέντος τοῦ ἐλαττουμένου ἐν τῷ