1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

11

τοὺς ἐπιχωρίους φησὶ μόνον, ἀλλὰ καὶ πάντας. Οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Τί δέῃ, καὶ τί παρακαλεῖς; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. ∆ύο ἀξιοῖ αὐτοὺς μαθεῖν, ὡς χρὴ μαθεῖν, ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων. Φησὶ δὲ αὐτὸς αὐτὰ τρία εἶναι. Πῶς οὖν ἐστι τρία; Περὶ τῶν μελλόντων ἂν μάθωμεν. Ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν τὸν ἄῤῥητον καὶ ὑπερφυῆ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντίαν τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως, ἀφ' ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς ἑαυτόν. Καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάντα ὑπ 62.24 έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀποῤῥήτων ἡμᾶς ἐποίησε κοινωνούς. Καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἢ Πνεύματος μετέχοντας ἁγίου, καὶ πολλῆς ἀπολαύοντας χάριτος. ∆ιὰ τοῦτο καὶ Παῦλος οὕτως εὔχεται· Ὁ Πατὴρ τῆς δόξης, φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. Ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ πάλιν ὁ προφήτης, Κύριος ἰσχύς μου, καὶ βοήθειά μου. Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ' ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ, ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ' ἡμῖν ὄνομα καὶ προσηγορία. Ἰδοὺ τῆς δόξης, φησὶ, Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός. Τί οὖν; ἐλάττων τῆς δόξης ὁ Υἱός; Ἀλλ' οὐδεὶς, οὐδ' ἂν μαινόμενος, εἴποι τοῦτο. ∆ῴη ὑμῖν, τουτέστιν, ἐπᾶραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερῶσαι. Οὐ γὰρ ἔστιν ἄλλως ταῦτα μαθεῖν. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν, ἵνα τὰ κρυπτόμενα ἴδωμεν· αὐτὸ τὰ πάντα ἀποκαλύπτει, μυστήρια μέλλει διηγεῖσθαι Θεοῦ. Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν· οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις δῴη, τουτέστι, χάρισμα ὑμῖν παράσχοι. Εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστι, περιττὴ λοιπὸν τῶν λογισμῶν ἡ εὕρεσις. Ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· οὐκ ἐρεῖ· Τόδε ἀδύνατον, καὶ τόδε δυνατόν· καὶ, Πῶς τόδε ἐγένετο; Ἂν τὸν Θεὸν μάθωμεν, ὡς εἰδέναι χρὴ, ἂν τὸν Θεὸν μάθωμεν παρ' οὗ μαθεῖν δεῖ, παρ' αὐτοῦ τοῦ Πνεύματος, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσομεν. ∆ιὰ τοῦτό φησιν· Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει, οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει. Εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων. Ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἔμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται. Οἷόν τι λέγω· Εἰς τὸ εἰδέναι ὑμᾶς, φησὶ, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ. Ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ' οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ τῆς κληρονομίας ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον. Τί δὲ δῆλον; Ὅτι ἐπιστεύσαμεν, ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. Καὶ πῶς; Ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν· ἄκουε γάρ· Εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος Ταβιθᾷ, Ἀνάστηθι, καὶ οὐκ ἀντεῖπεν. Ἐρεῖ αὐτὸς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, ὡς ἐν ἀτόμῳ, ἐν