12
τοίνυν ταῦθ' οὕτως ἔχειν ἀποδέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου. 1.5.1 Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μωσέως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης οὔτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδαμόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ' ἀπὸ χώρας μήτ' ἀπὸ γένους μήτ' ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον. 1.5.2 τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μωσέως εὐσέβειαν ἀνανεούμενος, καθ' ἣν ὁ θεοφιλὴς Ἀβραὰμ καὶ οἱ τούτου προπάτορες δείκνυνται πεπολιτευμένοι. 1.5.3 εἰ γοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν Ἀβραὰμ ἐπ' εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἕνα καὶ τὸν αὐτὸν εὑρήσεις. 1.5.4 ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ' ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαντες, ἐφ' ἕνα τὸν ἀνωτάτω θεόν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, ἑαυτοὺς ἀνήγαγον. 1.5.5 ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μωσῆς ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν Ἀβραὰμ ἀναγράφων φάσκοντα· «ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν». 1.5.6 Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδέκ, ὃν δή φησιν «ἱερέα» γεγονέναι «τοῦ θεοῦ τοῦ ὑψίστου», τὸν Ἀβραὰμ ὧδέ πως εὐλογοῦντα· «εὐλογημένος Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν». 1.5.7 εὕροις δ' ἂν καὶ τὸν Ἐνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ Ἀβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ Ἰὼβ «ἄνθρωπος δίκαιος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» πρὸ τῶν Μωσέως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι' ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχών, μέγιστον εὐσεβοῦς ὑπόδειγμα τρόπου καὶ τοῖς μετ' αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον· «γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον». 1.5.8 καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνάς, ἃς προϊὼν ὁ αὐτὸς διασαφεῖ δι' ὧν φησι· «σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος». 1.5.9 Εἰ δὴ οὖν τοῦτον αὐτῶν ἐκείνων τῶν πάλαι καὶ πρὸ Μωσέως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἔθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μετασχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταληψόμεθα. 1.5.10 Ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀκεῖνοι γνόντες ἐμαρτυρήθησαν· οἵ γε καὶ πολὺ διαφερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν. 1.5.11 ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μωσῆς τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός. 1.5.12 λέγει δ' οὖν αὐτοῖς ῥήμασι· «καὶ ἐπορεύθη Ἰακὼβ εἰς