12
τούτοις ἔδει κακίζεσθαι 20τοὺς τὴν μετάστασιν αὐτοῖς προξενήσαντας20; - συντίθεμαι τούτῳ κἀγώ· ὄντως ἄξιοι τῆς παρ' αὐτῶν μέμψεως οἱ τούτων αὐτοῖς αἴτιοι γεγονότες, εἴπερ ὅλως εἰσί τινες ἢ γεγόνασιν, ὅτι 20τῶν προβεβιω μένων ἡ γνῶσις διὰ τούτων συγκαλυφθεῖσα παρ αιρεῖται τῶν σεμνοτέρων τὴν μνήμην20 καὶ οὐκ ἐᾷ πολυπραγμονεῖσθαι τὰ τῶν παρόντων πρεσβύτερα, ὁποίας ἑκάτερος τὸ κατ' ἀρχὰς ἀξίας ὡρμήθησαν, ποίαν ἐκ πατέ ρων ἔχοντες ἀκολουθίαν τοῦ βίου, τί μικρὸν ἢ μεῖζον τῶν ἐλευθέροις πρεπόντων ἑαυτοῖς συνεγνωκότες ἔπειτα 20τοσοῦτον ἐγνωρίσθησάν τε καὶ ὠνομάσθησαν, ὥστε καὶ βασιλεῦσι γενέσθαι γνώριμοι20, καθὼς μεγαλαυχεῖται νῦν τῷ συγγράμματι, 20καὶ πάσας τὰς ὑπερ εχούσας ἀρχὰς ἐπ' αὐτοῖς συγκινεῖσθαι καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης τὰ καθ' ἑαυτοὺς δια φέρεσθαι20. 1.1.36 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος; ὅν μοι δοκεῖ μὴ τοσοῦτον πρὸς τὴν τῶν δογμάτων ἀπάτην βλέπων ἐζηλωκέναι, πολὺ δὲ μᾶλλον πρὸς τὴν τοῦ βίου παρασκευήν τε καὶ εὐπορίαν. λέγω δὲ ταῦτα οὐ στοχασμοῖς τισι τεκμαιρόμενος, ἀλλὰ τῶν 1.1.37 ἀκριβῶς ἐγνωκότων αὐτήκοος γεγονώς. τὰ γὰρ κατὰ τὸν Ἀέτιον τοῦτον Ἀθανασίου ποτὲ τοῦ Γαλατῶν ἐπισκόπου λέγοντος ἤκουσα, ἀνδρὸς οὐκ ἄν τι πρὸ τῆς ἀληθείας προ τιμήσαντος, ἀλλὰ καὶ εἰς μαρτυρίαν τῶν πολλῶν τοῦ λόγου 1.1.38 Γεωργίου τοῦ ἐκ Λαοδικείας ἐπιστολὴν προδεικνύντος. ἔλεγε δὲ μὴ παρὰ τὴν πρώτην αὐτὸν ἐγκεχειρηκέναι τῇ τῶν δογ μάτων ἀτοπίᾳ, χρόνοις δὲ ὕστερον τέχνην βίου τὴν καινο τομίαν ταύτην προστήσασθαι. ἐκδύντα γὰρ αὐτὸν ἤδη τὴν δουλείαν Ἀμπελίδος, τῆς κεκτημένης αὐτόν (τὸ δ' ὅπως οὐδὲν δέομαι λέγειν, ὡς ἂν μὴ δόξαιμι κακοηθέστερον τοῦ διηγήματος ἅπτεσθαι) εἶναι μὲν καμινευτὴν κατ' ἀρχάς, τὴν ἔμπυρον ταύτην καὶ βάναυσον τέχνην διὰ χειρὸς ἔχοντα, σφύρᾳ βραχείᾳ καὶ ἄκμονι μικρῷ προσκαθήμενον ὑπὸ τρι χίνῃ σκηνῇ, γλίσχρως καὶ μετὰ πόνου τὰ ἀναγκαῖα τοῦ βίου 1.1.39 διὰ τῆς ἐργασίας ταύτης συμποριζόμενον. τίς γὰρ ἂν καὶ γένοιτο μισθὸς ἄξιος λόγου τῷ θεραπεύοντι τὰ ὑπόσαθρα τῶν χαλκωμάτων καὶ παραβύοντι τὰς τρυμαλιὰς καὶ τὸν κασσίτερον ταῖς πληγαῖς ἐπιλύοντι καὶ μολιβδοχοοῦντι τῶν λεβήτων τὰς βάσεις; γενέσθαι δὲ τῆς τοῦ βίου μεταβολῆς 1.1.40 αἰτίαν συμφοράν τινα διὰ τῆς τέχνης συμβᾶσαν αὐτῷ. λα βόντα γάρ ποτε παρὰ γυναικὸς στρατιώτιδος χρύσεόν τι σκεῦος τῶν περὶ δέρην ἢ χεῖρα προκοσμημάτων, ἐφ' ᾧτε τὴν γενομένην αὐτῷ πληγὴν διορθώσασθαι, ἀπατῆσαι δι' ἐπινοίας τὴν ἄνθρωπον καὶ ὑφελέσθαι μὲν τὸ χρυσίον, ἀντι δοῦναι δὲ χάλκεον αὐτῇ τὸ σκεῦος, ἰσομέγεθες τῷ χρυσῷ καὶ κατὰ τὴν ἐπιφάνειαν ὁμοίως ἔχον δι' ἐπιπολαίου βαφῆς, χρυσίῳ τὸν χαλκὸν ἐπαλείψαντα· κατασοφισθεῖσαν δὲ τῷ φαινομένῳ τὴν ἄνθρωπον (δεινὸς γὰρ ἦν καὶ τῇ χαλκευτικῇ διὰ τῶν τῆς τέχνης σοφισμάτων τοὺς χρωμένους παραλογί σασθαι) χρόνῳ φωρᾶσαι τὴν περὶ τὸ χρυσίον κακουργίαν, 1.1.41 ἐξαλειφθείσης ἐκ τοῦ χαλκοῦ τῆς βαφῆς. εἶτα μετελθεῖν ἐν δίκῃ τὸν κλέπτην, στρατιωτῶν τινων κατὰ τὸ συγγενὲς καὶ ὁμόφυλον συγκινηθέντων εἰς ἀγανάκτησιν, τὸν δὲ παθόντα μετὰ τὴν τόλμαν ἐκείνην ὅσα παθεῖν εἰκὸς τὸν ἀπατεῶνα καὶ κλέπτην ὅρκῳ τῆς τέχνης ἑαυτὸν ἀποστῆσαι, ὥσπερ οὐχὶ τῆς προαιρέσεως ἀλλὰ τοῦ ἐπιτηδεύματος τὴν ἐπιθυ 1.1.42 μίαν αὐτῷ τῆς κλοπῆς ἐμποιήσαντος. ἀκόλουθον δὲ μετὰ τοῦτο γενόμενον ἰατροῦ τινος τῶν ἀγυρτευόντων, ὡς ἂν μὴ παντελῶς ἀποροίη τῆς ἀναγκαίας τροφῆς, <ἐν> οἰκίαις τε ταῖς ἀφανεστέραις καί τισιν ἀπερριμμένοις ἀνθρώποις ἐπὶ τῷ 1.1.43 προσχήματι τῆς ἰατρικῆς περιφέρεσθαι. εἶτα κατ' ὀλίγον εἰς εὐπορίαν αὐτῷ τῆς ἐπινοίας ἐλθούσης, Ἀρμενίου τινὸς εὐεξαπατήτου διὰ τὸ βάρβαρον ὡς ἰατρῷ προσέχειν ἀναπει σθέντος καὶ συχνὸν αὐτῷ ὑποχορηγοῦντος ἀργύριον, μικρὸν ἡγεῖσθαι ἤδη τὸ θητεύειν ἑτέροις ἐπὶ τῇ τέχνῃ, ἀλλ' αὐτὸν 1.1.44 ἀξιοῦν ἰατρὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι. ἐντεῦθεν τοίνυν συλλόγων τε μετεῖχεν ἰατρικῶν καὶ τοῖς πρὸς ἔριν λογομα χοῦσι