1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

12

πλεονάζοντι, ὃν τρόπον ἐπὶ τῶν διψώντων γίνεται· οὐ γὰρ ἐναπομένει ὁ οἶνος τῇ κύλικι, εἴ γε τῷ διψῶντι στόματι προσαχθείη, ἀλλὰ μεθίσταται πρὸς τὸν πίνοντα καὶ ἀφανὴς γίνεται μετὰ σπουδῆς ἐπὶ τὸ ἐντὸς εἰσελκόμενος. οὗ γενομένου ἀπλανής μοι καὶ ἀνεμπόδιστος ἐγένετο ἡ ὁδηγία πρὸς τὴν ἐπιστήμην τῶν ὄντων. Ἡ καρδία γάρ μου, φησίν, ὡδήγησέ με ἐν σοφίᾳ, δι' ἧς κατεκράτησα τῆς ἐπαναστάσεως τῶν ἡδονῶν, καὶ γέγονέ μοι ἡ παίδευσις αἰτία τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ. οὕτω γὰρ περιέχει ἡ ἀκολουθία τῆς λέξεως. τόδε μοι μάλιστα κατὰ τὴν γνῶσιν σπουδαζόμενον ἦν τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, ἀλλ' εὑρεῖν ἐκεῖνο τὸ ἀγαθόν, οὗ τις ἐπιτυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές τέ ἐστι καὶ οὐ πρόσκαιρον καὶ πάσῃ τῇ ζωῇ παρατείνεται, ἐπ' ἴσης ἀγαθὸν πάσῃ ἡλικίᾳ γινόμενον καὶ πρώτῃ καὶ μέσῃ καὶ τελευταίᾳ καὶ παντὶ τῷ τῶν ἡμερῶν ἀριθμῷ. Ἕως οὗ γὰρ ἴδω, φησί, ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. τὰ γὰρ διὰ σαρκὸς σπουδαζόμενα, κἂν ὅτι μάλιστα πρὸς τὸ παρὸν δελεάζῃ τὴν αἴσθησιν, ἐν ἀκαρεῖ τὸ εὐφραῖνον ἔχει· οὐ γὰρ ἔστιν ἐπ' οὐδενὶ τῶν ἐν τῷ σώματι γινομένων διαρκῶς ἡσθῆναι, ἀλλ' ἡ τοῦ πίνειν ἡδονὴ συναπολήγει τῷ κόρῳ, καὶ ἐπὶ 5.313 τοῦ ἐσθίειν ὡσαύτως ἡ πλησμονὴ τὴν ὄρεξιν ἔσβεσε, καὶ εἴ τις ἄλλη ἐπιθυμία κατὰ τὸν αὐτὸν τρόπον τῇ τοῦ ἐπιθυμητοῦ μετουσίᾳ κατεμαράνθη, κἂν πάλιν γένηται, πάλιν μαραίνεται· διαρκεῖ δὲ οὐδὲν εἰς ἀεὶ τῶν τῇ αἰσθήσει τερπνῶν οὐδὲ ὡσαύτως ἔχει. καὶ ἔτι πρὸς τούτοις ἄλλο τῇ νηπιότητι ἀγαθὸν καὶ ἕτερον τῇ τῆς ἡλικίας ἀκμῇ, ἄλλο τῷ παρακμάσαντι καὶ ἕτερον τῷ παρ' ἡλικίαν, καὶ τῷ γέροντι πάλιν ἄλλο τῷ εἰς γῆν ἤδη ῥέποντι. ἐγὼ δέ, φησίν, ἐζήτουν ἐκεῖνο τὸ ἀγαθόν, ὃ πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἐπ' ἴσης ἀγαθόν ἐστιν, οὗ κόρος οὐκ ἐλπίζεται καὶ πλησμονὴ οὐχ εὑρίσκεται, ἀλλὰ συμπαρατείνεται τῇ μετουσίᾳ ἡ ὄρεξις, καὶ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος καὶ τῇ τοῦ ἐπιθυμητοῦ ἐπιτυχίᾳ οὐ περιγράφεται, ἀλλ' ὅσῳ μᾶλλον ἐντρυφᾷ τῷ ἀγαθῷ, τοσούτῳ μᾶλλον ἡ ἐπιθυμία τῇ τρυφῇ συνεκκαίεται, καὶ ἡ τρυφὴ τῇ ἐπιθυμίᾳ συνεπιτείνεται καὶ κατὰ πᾶν διάστημα τῆς ζωῆς ἀεὶ καλὸν τοῖς μετιοῦσι γίνεται, οὐδὲν τῷ ἀστάτῳ τῶν ἡλικιῶν τε καὶ τῶν χρόνων συν αλλοιούμενον, ὃ καὶ μύοντι καὶ ἀναβλέποντι, εὐημεροῦντι καὶ λυπουμένῳ, νυκτερεύοντί τε καὶ διημερεύοντι, πεζεύοντι καὶ θαλαττεύοντι, ἐνεργοῦντι καὶ ἀνειμένῳ, ἄρχοντι καὶ δουλεύοντι καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς κατὰ τὸν βίον ἐπ' ἴσης ἀγαθόν ἐστιν, ὑπὸ τῶν περιστατικῶς τινι συμπιπτόντων 5.314 οὔτε τι χεῖρον οὔτε κρεῖττον γινόμενον, οὔτε ἐλαττούμενον οὔτε αὐξόμενον. τοῦτό ἐστι, κατά γε τὸν ἐμὸν λόγον, τὸ ὄντως ὂν ἀγαθόν, ὅπερ ἰδεῖν ὁ Σολομὼν ἐζήτει, ὃ ποιήσουσιν οἱ ἄνθρωποι ὑπὸ τὸν ἥλιον κατὰ πάντα τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς ζωῆς αὐτῶν. ὅπερ οὐδὲν ἕτερον εἶναί μοι φαίνεται ἢ τὸ τῆς πίστεως ἔργον, ἧς ἡ ἐνέργεια κοινή τε πᾶσίν ἐστιν, ἐκ τοῦ ὁμοτίμου τοῖς ἐθέλουσι προκειμένη καὶ παντοδυνάμως καὶ διαρκῶς τῇ ζωῇ παραμένουσα. τοῦτό ἐστι τὸ ἀγαθὸν ἔργον, ὃ καὶ ἐν ἡμῖν γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ Γʹ

Τί μετὰ τοῦτο ἡμᾶς ἡ ἐκκλησιαστικὴ διδάσκει φωνή, καιρὸς ἂν εἴη διερευνήσασθαι. μεμαθήκαμεν ἐν πρώτοις, ἃ μεμαθήκαμεν, ὅτι ὁ πᾶσαν ἐκκλησιάζων τὴν κτίσιν καὶ τὰ ἀπολωλότα ζητῶν καὶ τὰ πεπλανημένα συναθροίζων εἰς ἕν, οὗτος ἐπισκέπτεται τὸν ἐπίγειον βίον. ἐπίγειον γάρ ἐστι τὸ ὑπουράνιον, ὅπερ ὁ λόγος τὸ ὑπὸ τὸν οὐρανὸν ὀνομάζει, ἐν ᾧ 5.315 κατακρατεῖ ἡ ἀπάτη καὶ ἡ ματαιότης καὶ τὸ ἀνύπαρκτον. ἐν δὲ τῇ δευτέρᾳ μεμαθήκαμεν ἐξηγήσει τὸ ἐκ προσώπου τοῦ Σολομῶντος γίνεσθαι τὴν κατηγορίαν τῆς ἀπολαυστικῆς τε καὶ