1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

13

Χαράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτήν. 1.5.13 ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ, ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς». 1.5.14 οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην». 1.5.15 εἶτα προϊὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶν γοῦν ὁ Ἰακώβ· «καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ' ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστίν»; 1.5.16 καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα ὅσα Λάβαν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν». 1.5.17 Ὁ δ' αὐτὸς οὗτος καὶ τῷ Ἀβραὰμ παραφανεὶς θεὸς καὶ κύριος ἀνηγόρευται, μυσταγωγῶν τὸν θεοφιλῆ τὰς περὶ τοῦ πατρὸς αὐθεντίας, καί τινα ὡς περὶ ἑτέρου θεοῦ διδάσκων, ἃ καὶ κατὰ καιρὸν ἐπισκεψώμεθα. 1.5.18 ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρηματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ «διὰ λαίλαπος καὶ νεφῶν» ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προϊὼν δὲ ἑξῆς ἑαυτὸν ἐπιδείκνυσιν, ὥστε φάναι τὸν Ἰώβ· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φωνῆς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε». 1.5.19 Εἰ δὲ μὴ οἷόν τε τὸν ἐπέκεινα θεόν, τὸν ἀόρατον καὶ ἀγέννητον καὶ παμβασιλέα τῶν ὅλων, θνητῇ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριολογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν, παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκειμένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδειξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσιν προπάτορσιν ἑωραμένον; 1.5.20 οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ διάληψιν καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται· ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μωσέως θεοφιλεῖς, ὥσπερ οὖν ἡμᾶς Χριστιανούς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπάκουσον ὥς φησι περὶ αὐτῶν ἐν ψαλμοῖς τὸ λόγιον· «ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε». 1.5.21 ταῦτα γὰρ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἀνειρῆσθαι ἡ πᾶσα σύμφρασιςτοῦ λόγου παρίστησιν· ὥστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν. 1.6.1 Ἀλλὰ καὶ ὁ κατ' ἀρετὴν βίος ἥ τε κατὰ εὐσέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσέα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος. 1.6.2 οὔτ' οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ' ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μωσῆς εἰσάγει «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου», οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάββατον τί ποτ' ἐστὶν εἰδότα, οὐδ' ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μωσέως παρηγγελμένων ἐπαΐοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον βιοῦντα. 1.6.3 πλὴν ἀλλ' ὅμως «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου» φησὶν αὐτὸν ὁ Μωσῆς γεγονέναι, καὶ τοῦ Ἀβραὰμ κρείττονα· εἰσῆκται γοῦν τὸν Ἀβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, «ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ», ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν