13
καταμιγνύμενος τῶν βοώντων εἷς ἦν, καὶ ἐν τῇ τοῦ λόγου τροπῇ τὸ καθ' ἑαυτὸν προτιθεὶς οὐ μικρῶς ἐσπου δάζετο παρὰ τῶν τὸ ἀναιδὲς τῆς φωνῆς πρὸς τὰς ἑαυτῶν φιλονεικίας ἐκμισθουμένων. 1.1.45 Λιπαρωτέρας δὲ διὰ τούτων προσγενομένης αὐτῷ τῆς μάζης οὐκ ἐπιμένειν ᾤετο δεῖν οὐδὲ τούτῳ τῷ βίῳ, ἀλλὰ καὶ τὴν ἰατρικὴν ἐκείνην μετὰ τῆς χαλκευτικῆς κατ' ὀλίγον ὑπαπεδύετο. Ἀρείου δὲ τοῦ θεομάχου τὰ πονηρὰ ταῦτα σπέρματα τῶν ζιζανίων ἐνσπείραντος, ὧν ὁ καρπός ἐστι τῶν Ἀνομοίων τὰ δόγματα, αἱ τῶν ἰατρείων σχολαὶ τηνικαῦτα τοῖς περὶ τοῦ ζητήματος ἐκείνου θορύβοις περιηχοῦντο. 1.1.46 ἐμμελετήσας τοίνυν τῇ τοιαύτῃ διατριβῇ καί τινα συλλογι σμῶν ἔφοδον ἐξ Ἀριστοτελικῶν ἀπηχημάτων παρατηρήσας, ὀνομαστὸς ἦν τὸν πατέρα τῆς αἱρέσεως Ἄρειον τῇ καινότητι τῶν ἐφευρεθέντων ὑπερβαλλόμενος· μᾶλλον δὲ τῶν παρ' ἐκείνου τεθέντων τὴν ἀκολουθίαν κατανοήσας ἀγχίνους τις ἔδοξεν εἶναι καὶ τῶν κρυφίων εὑρετικός, τὸ κτιστὸν καὶ τὸ ἐξ οὐκ ὄντων ἀνόμοιον εἶναι τῷ κτίσαντι καὶ τῷ παραγα γόντι ἐκ τοῦ μὴ ὄντος ἀποφηνάμενος. ἐπειδὴ τοίνυν διὰ 1.1.47 τῶν τοιούτων λόγων τὰς φιλοκαίνους τῶν ταῦτα νοσούντων ἀκοὰς ἐγαργάλιζε, γινώσκει τὴν κενοφωνίαν ταύτην καὶ ὁ Βλέμμυς Θεόφιλος, ᾧ συνηθείας τινὸς περὶ τὸν Γάλλον προϋπαρχούσης καὶ ὁ Ἀέτιος εἰς τὰ βασίλεια δι' αὐτοῦ παρεδύετο. τοῦ δὲ περὶ τὸν ὕπαρχον ∆ομετιανὸν καὶ Μόν τιον ἄγους τηνικαῦτα τολμηθέντος τῷ Γάλλῳ, πάντες οἱ κοινωνοὶ τοῦ μιάσματος συμμετεῖχον, ὡς εἰκός, τῆς ἐκείνου καταστροφῆς· ἀλλ' οὗτος ἐκδύνει τὴν τιμωρίαν, οὐδὲ τοῦ παθεῖν τι κακὸν μετὰ τῶν συναιτίων τοῦ ἄγους ἄξιος 1.1.48 εἶναι κριθείς. ἐπὶ τούτοις τοῦ μεγάλου Ἀθανασίου βασιλικῇ δυναστείᾳ τῆς Ἀλεξανδρέων ἐκκλησίας μετατεθέντος, Γεωργίου δὲ τοῦ Ταρβασθηνίτου τὸν ἐκείνου λαὸν διασπῶν τος, πάλιν Ἀλεξανδρεὺς ὁ Ἀέτιος, οὐδενὸς ἔλαττον ἔχων τῶν ὑποτρεφομένων καὶ παρασιτούντων τῷ Καππαδόκῃ· οὐδὲ γὰρ τῆς κολακείας ἀμελετήτως εἶχεν, ὡς τὸν Γεώργιον (ἦν γὰρ δὴ Χαναναῖος κἀκεῖνος καὶ διὰ τοῦτο πρὸς τὸν ὁμογενῆ καὶ ὁμόφυλον ἐπιτηδείως εἶχε) χαίρειν τε τούτῳ, πάλαι τῇ διαστροφῇ κατειλημμένον τοῦ δόγματος, καὶ εὕρεμα εἶναι τῷ Ἀετίῳ κατ' ἐξουσίαν προκείμενον. 1.1.49 Οὐ τοίνυν λανθάνει ταῦτα τὸν γνήσιον αὐτοῦ ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἑαυτοῦ πατρός, βελ τίστου τὰ ἄλλα πλὴν γενέσθαι τοιούτου πατέρα, εὐγνώμονα μὲν καταμαθὼν καὶ νενομισμένην τὴν τοῦ βίου διαγωγήν, μοχθηρὰν δὲ διὰ πενίαν καὶ μυρίων γέμουσαν πόνων· γεωργὸς γάρ τις ἦν ἐπικεκυφὼς τῷ ἀρότρῳ καὶ πολὺν πόνον περὶ τὸ βραχὺ γήδιον ἔχων, διὰ δὲ τοῦ χειμῶνος ὅτε τῶν περὶ τὴν γῆν καμάτων εἶχε τὴν ἄδειαν, τὰ πρῶτα στοιχεῖα καὶ τὰς συλλαβὰς τοῖς παιδίοις ὑποχα ράσσων εὐμηχάνως διὰ τῶν μισθωμάτων ἐκείνων τὰ πρὸς 1.1.50 τὸν βίον ἐπεσιτίζετο· ταῦτα τοίνυν περὶ τὸν ἑαυτοῦ πατέρα βλέπων ἐρρῶσθαι φράσας τῷ τε ἀρότρῳ καὶ τῇ σμινύῃ καὶ πᾶσι τοῖς πατρικοῖς ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωροίη τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τῆς Προυνίκου σοφίας γίνεται μαθητής, καὶ γράφειν εἰς τάχος ἐκμελετήσας συνῆν τὰ πρῶτα τῶν ἐκ τοῦ γένους οἶμαί τινι, μισθὸν τῆς ἐν τῷ γράφειν ὑπηρεσίας τὴν τροφὴν ἔχων, εἶτα παιδαγωγῶν τοῦ τρέφοντος αὐτὸν τὰ μειράκια κατ' ὀλίγον εἰς ῥητορικῆς ἐπιθυμίαν προέρχεται. καὶ τὰ ἐν τῷ μέσῳ παρίημι, τόν τε ἐπὶ τῆς πατρίδος αὐτοῦ βίον καὶ ἐφ' οἷς ἐν τῇ Κωνσταντινουπόλει κατελήφθη καὶ μετὰ τίνων. 1.1.51 Μετὰ δὲ ταῦτα περὶ χλανίδα καὶ ζώνην ἀσχοληθείς, ὥς φασιν, ἐπειδὴ πάντα μικρὰ καὶ οὐδὲν τῆς ἐπιθυμίας ἄξιον ἐκ τῆς περὶ ταῦτα σπουδῆς ἑώρα συναγειρόμενον, καταλιπὼν τὰ λοιπὰ τοῦ βίου ἐπιτηδεύματα μόνον ἐξ ἁπάν των ἐθαύμασε τὸν Ἀέτιον, οὐκ ἀσυνέτως οἶμαι, πρός γε 1.1.52 τὸν ἑαυτοῦ σκοπόν, εἰς ἐπίνοιαν βίου τοῦτο ἐπιλεξάμενος. ἀφ' οὗ γὰρ μετέσχε τῆς ἀπορρήτου ταύτης σοφίας, ἐξ ἐκείνου "1πάντα ἄσπαρτα αὐτῷ καὶ ἀνήροτα φύεται."2 σοφὸς γάρ τίς ἐστι περὶ ἃ τὴν σπουδὴν ἔχει, καὶ ἔγνω πῶς ἄν τις μάλιστα 1.1.53 τοὺς ἐμπαθεστέρους τῶν