14
ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν. 1.6.4 οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ἰουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ' ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μωσέως διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται. 1.6.5 καὶ πρό γε τούτου ὁ Ἐνώχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτε τι τῆς Μωσέως μετῄει νομοθεσίας, ἄντικρυς δὲ χριστιανικῶς ἀλλ' οὐχὶ ἰουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ' ὁ Ἀβραὰμ μετὰ τοὺς προω νομασμένους γεγονὼς καὶ νεώτερος παρ' αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰ τοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι ὥσπερ τινὰ σφραγῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν· 1.6.6 πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας καὶ διὰ μόνου τοῦ κατ' ἀρετὴν βίου δείκνυται χριστιανικῶς ἀλλ' οὐχὶ ἰουδαϊκῶς βεβιωκώς. 1.6.7 μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τὰς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μωσέως διαταγῆς πεφυλαγμένος. λέγει δ' οὖν πρὸς τὸν Ἰσαὰκ χρηματίζων ὁ θεός· «καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου». 1.6.8 Ἦν γὰρ καὶ πρὸ τοῦ Μωσέως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι' ὧν ἐδικαιώθησαν. ὅτι δ' οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μωσέως νομοθετηθεῖσι σαφῶς ὁ Μωσῆς παρίστησιν ἐν οἷς φησιν πρὸς τὸν λαόν· «ἄκουε Ἰσραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς». 1.6.9 Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι «τὴν διαθήκην ταύτην», ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ' οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ. δέδοται γοῦν τῷ Ἀβραὰμ διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μωσῆς οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι' ἧς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. 1.6.10 αὐτίκα τῷ Ἀβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ' αὐτοῦ Μωσέως λέγοντος· «ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». 1.6.11 ὅτι δὲ μετὰ τὴν τῆς δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν ἐπ' εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτομῆς εἴληφε σημεῖον καὶ μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. Εὕροις δ' ἂν καὶ τὸν Ἰωσὴφ πρὸ τῶν Μωσέως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως ἀλλ' οὐκ ἰουδαϊκῶς ἀχθέντα. 1.6.12 εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσέα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα. 1.6.13 Τί δεῖ λέγειν τὸν τρισμακάριον Ἰώβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῷ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν; μή τί γε τὰ Μωσέως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν ἤ τινος ἄλλης ἰουδαϊκῆς ἐθελοθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μωσέως καὶ τῆς κατ' αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μωσῆς ἕβδομος ἐξ Ἀβραὰμ