14
ἀνθρώπων προσοικειώσαιτο. ἐπειδὴ γὰρ εὐάλωτόν ἐστιν ὡς τὰ πολλὰ δι' ἡδονῆς τὸ ἀνθρώπινον, καὶ πολλὴ πρὸς τὸ πάθος τοῦτο τῆς φύσεώς ἐστιν ἡ εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων πρὸς τὸ τῆς ἡδονῆς λεῖον ἑτοίμως καταπιπτούσης, ὡς ἂν μάλιστα κοινωνοὺς ἑαυτῷ πολλοὺς τῆς νόσου τῶν δογμάτων προσεταιρίσαιτο. τούτου χάριν ἡδὺς γίνεται τοῖς ὑπ' αὐτοῦ τελουμένοις, τὸ πρόσαντες καὶ ἐπίπονον τῆς ἀρετῆς ὡς ἀπίθανον εἰς τὴν τοῦ μυστη 1.1.54 ρίου παραδοχὴν ἀποβάλλων. καὶ οἷα μὲν διδάσκουσιν ἐν ἀπορρήτοις καὶ ὅσα ἐκλαλοῦσιν καὶ εἰς τὸ ἐμφανὲς ἄγουσιν οἱ δι' ἀπάτης παραδεδεγμένοι τὸ μίασμα, τήν τε ἀπόρρητον ἐκείνην μυσταγωγίαν καὶ οἷα παρὰ τοῦ σεμνοῦ τῶν μυστη ρίων ἱεροφάντου διδάσκονται, βαπτισμῶν τε τρόπον καὶ φύ σεως συνηγορίαν καὶ πάντα τὰ τοιαῦτα, εἴ τινι σχολὴ δι' ἀκριβείας μαθεῖν, ἐκείνους διερωτάτω οἷς ἀνεύθυνον φέρειν τι τῶν ἀπρεπῶν διὰ στόματος· ἡμεῖς δὲ σιγήσομεν. οὐδὲ γὰρ κατηγοροῦντας μεμνῆσθαι τῶν τοιούτων εὐαγὲς τοὺς καὶ λόγῳ τιμᾶν μαθόντας τὴν καθαρότητα οὐδὲ τοῖς ἐκμελε στέροις τῶν διηγημάτων καταρρυπαίνειν τὴν συγγραφήν, κἂν ἡ ἀλήθεια τοῖς λεγομένοις προσῇ. 1.1.55 Πλὴν οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι καθά περ τῷ Ἀετίῳ πορισμὸς ἦν ἡ ἀσέβεια [ἡ Ἀριστοτέλους κακοτεχνία], τὸν αὐτὸν τρόπον καὶ τῷ κατηρτισμένῳ μαθητῇ κατὰ τὸ ἴσον τῷ διδασκάλῳ λιπαρῶς ἐμβιοτεύειν τῇ ἁπλό τητι τῶν ἀπατηθέντων ὑπῆρξε. τί οὖν τοσοῦτον ἠδίκηκεν ὁ κατὰ τὸν Εὔξεινον Πόντον Βασίλειος ἢ ὁ κατὰ τὴν Ἀρμενίαν Εὐστάθιος, περὶ ὧν ἡ μακρὰ παρενθήκη τῆς ἱστο ρίας ἐξυπτιάζεται; τί τὸν τοῦ βίου σκοπὸν αὐτῶν λελυπή κασι; τί δὲ οὐχὶ μᾶλλον τὴν καινὴν αὐτῶν δόξαν ἐπὶ τὸ μεῖζον ἔθρεψαν; πόθεν γὰρ αὐτοῖς τὸ γνωσθῆναι καὶ εἰς τοσοῦτον ὀνομασθῆναι ἢ οὐχὶ διὰ τῶν ἀνδρῶν ἐκείνων προσ 1.1.56 γέγονεν, εἴπερ ἀληθεύει κατ' αὐτῶν ὁ κατήγορος; τὸ γὰρ 20εὐδοκίμους ὄντας ἐκείνους20, καθὼς ὁ συγγραφεὺς μαρ τυρεῖ, ἀξιομάχους ἑαυτοῖς κρῖναι τοὺς μηδαμόθεν ἔχοντας τὸ γινώσκεσθαι ἀφορμὴ τοῦ μέγα φρονεῖν εἰκότως καθίσταται τοῖς ἀντιταχθεῖσι πρὸς τοὺς πλέον ἔχειν ὑπειλημμένους τῶν ἄλλων· ἐκ δὲ τούτου περιῆν τὸ συσκιάζεσθαι μὲν τοῦ προ τέρου βίου τὸ ταπεινὸν καὶ ἀνώνυμον, ἀπὸ δὲ τῶν μετὰ ταῦτα γνωρίμους εἶναι, ἃ φευκτὰ μὲν ἄλλως ἐστὶν τοῖς γε νοῦν ἔχουσιν (οὐ γὰρ ἄν τις εὔξαιτο τῶν εὖ φρονούντων μέγας ἐν κακῷ νομισθῆναι), τοῖς δὲ τοιούτοις ὁ ἀκρότατος ὅρος τῆς εὐκληρίας δοκεῖ· καθάπερ φασὶ τῶν ἀδόξων τινὰ καὶ ταπεινῶν κατὰ τὴν Ἀσίαν ὀνομαστὸν γενέσθαι παρ' Ἐφεσίοις ἐπιθυμήσαντα μέγα μέν τι καὶ λαμπρὸν ἔργον μηδὲ εἰς νοῦν βαλέσθαι (μηδὲ γὰρ δύνασθαι), γενέσθαι δὲ τῶν ἐπὶ τοῖς μεγίστοις γνωρισθέντων διασημότερον, ὑπερ βολήν τινα βλάβης ἐξευρόντα κατὰ τῶν Ἐφεσίων. εἶναι μὲν 1.1.57 γάρ τι τῶν δημοσίων παρ' αὐτοῖς λαμπρότητι πάσῃ καὶ πο λυτελείᾳ περίβλεπτον, τὸν δὲ ἄνθρωπον πυρὶ τὴν μεγαλουρ γίαν ἐκείνην ἐξαφανίσαντα ὁμολογῆσαι τὸ τῆς ψυχῆς πάθος ἐπὶ τῇ τόλμῃ κρινόμενον, ὅτι τὸ παρὰ πολλῶν γνωσθῆναι μέγα ποιούμενος ἐπενόησε τῷ μεγέθει τοῦ κακοῦ τὸ ὄνομα 1.1.58 τοῦ τετολμηκότος συμμνημονεύεσθαι. τοιαύτη καὶ τούτοις ἡ τῆς περιφανείας ὑπόθεσις, πλὴν ὅσον πρὸς τὸ μεῖζον ἐν τῷ κακῷ τὴν παραλλαγὴν ἔχει. οὐ γὰρ ἀψύχοις οἰκοδομήμασιν, ἀλλ' αὐτῇ τῇ ζώσῃ οἰκοδομίᾳ τῆς ἐκκλησίας διαλυμαίνονται, οἷόν τι πῦρ τὴν τοῦ δόγματος ἐνέντες παραφοράν. 1.1.59 Ἀλλὰ τὸν μὲν περὶ τοῦ δόγματος λόγον εἰς τὸν ἴδιον καιρὸν ὑπερθήσομαι. τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν· οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ διὰ τῶν ἔξω τοῦ δόγματος λόγων ὅπως ἔχει περὶ τὴν ἀλήθειαν μαθόντας τεκμηρίῳ τούτῳ καὶ πρὸς τὰ δόγ ματα χρήσασθαι. Ὁ γὰρ πιστός, φησίν, ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ 1.1.60 ἄδικός ἐστι. μέλλων γὰρ τὴν 20Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν20 συγγράφειν, τὴν καινὴν καὶ παράλογον ταύτην τοῦ λόγου καὶ ἐπιγραφὴν καὶ ὑπόθεσιν, τὴν αἰτίαν λέγει τῆς τοιαύτης παραδοξολογίας οὐχ