15
γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων. 1.6.14 θέα δ' οὖν καὶ τούτου τὸν βίον, Μωσέως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ' οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ· «διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων». 1.6.15 αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ «κλαίειν μετὰ κλαιόντων», καὶ τὸ «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται» καὶ τὸ «εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη» ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μηθήμασι περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρουμένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων· «ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις». 1.6.16 εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτας προλαβὼν ὁ μακάριός φησιν· «εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἵσταμαι δὲ ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου». 1.6.17 ἐπειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων· «οὐ μοιχεύσεις», θάνατον τε κατὰ μοιχῶν ἐπιψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησίν· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν», 1.6.18 σκέψασθε καλῶς τὸν περὶ οὗ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ' ἐπιθυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ' ᾧ καὶ ἐσεμνύνετο λέγων· «εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου». 1.6.19 καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἑξῆς ἐπάγων· «θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν». 1.6.20 ἀλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε· «εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄριζος δὲ γενοίμην ἐπὶ γῆς». 1.6.21 ὅπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο, μαθεῖν ἔστιν ἀφ' ὧν διδάσκει φάσκων· «εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ». 1.6.22 καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι· «τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκί, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ». 1.6.23 τούτοις ἐπιλέγει· «χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα». 1.6.24 καὶ πάλιν ὑποβὰς λέγει· «εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου». 1.6.25 καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει· «ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν»; 1.6.26 εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας φησάσης· «ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου, ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν· «εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὖ γε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου». 1.6.27 καὶ ἐπιλέγει· «ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο», ἐπεὶ μὴ ἀλλότριος τοῦ φήσαντος· «ξένος ἤμην, καὶ συνηγάγετέ με». 1.6.28 οἷα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμελημάτων, ἐπάκουσον λέγοντος· «εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν