15
ἑτέρωθεν ἀλλ' ἐκ τοῦ ἀντει 1.1.61 πόντος αὐτῷ πρὸς τὸν πρότερον γεγενῆσθαι λόγον. ἐκείνῳ μὲν γὰρ ἦν τῷ λόγῳ 20Ἀπολογία τὸ20 ὄνομα· λαβομένου δὲ τοῦ διδασκάλου ἡμῶν, ὡς μόνοις τοῖς κατηγορουμένοις τῆς ἀπολογίας πρεπούσης, εἰ δέ τις ἐφ' ἑαυτοῦ κατ' ἐξου σίαν γεγράφοι, ἄλλο τι καὶ οὐκ ἀπολογίαν εἶναι τὸ συγγρα φόμενον, τὸ μὲν μὴ δεῖν ἐπὶ προλαβούσῃ κατηγορίᾳ τὴν ἀπολογίαν ποιεῖσθαι διὰ τὸ περιφανὲς τῆς ἀτοπίας οὐκ ἀντι λέγει, ὡς δὲ κατηγορηθεὶς ἐπὶ τοῖς μεγίστοις πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολογήσασθαί φησιν. ὅσον δὲ τὸ ψεῦ δός ἐστιν ἐν τούτοις, πρόδηλον ἐξ αὐτῶν οἶμαι τῶν εἰρη μένων γενήσεσθαι. 1.1.62 20Πολλὰ καὶ δυσβάστακτα πάθη20 παρὰ τῶν κατα κρινάντων αὐτοῦ γεγενῆσθαι κατῃτιάσατο· καὶ ταῦτα ἔξεστιν ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ γεγραμμένων μαθεῖν. πῶς οὖν ταῦτα πέπονθεν, εἴπερ ἐπὶ ταῖς αἰτίαις ἀπολελόγηται; εἰ μὲν γὰρ ἐχρήσατο πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων τῇ ἀπο λογίᾳ, ψευδὴς ἡ τραγῳδία πάντως ἐκείνη καὶ μάτην συμ πέπλασται· εἰ δὲ πέπονθεν ἅπερ εἴρηκε, δηλονότι μὴ ἀπο 1.1.63 λογησάμενος πέπονθε. πάσης γὰρ ἀπολογίας οὗτός ἐστιν ὁ σκοπός, τὸ μὴ ἐᾶσαι παρακρουσθῆναι διὰ συκοφαντίας τοὺς κυρίους τῆς ψήφου· εἰ μὴ ἄρα τοῦτο λέγειν ἐπιχειρή σει, ὅτι τὴν μὲν ἀπολογίαν ἐπὶ τῆς κρίσεως προεβάλετο, προσαγαγέσθαι δὲ τοὺς δικάζειν λαχόντας οὐ δυνηθεὶς τῶν ἀντιδικούντων ἠλαττώθη. ἀλλ' οὐδὲ εἶπεν ἐπὶ τῆς κρίσεως τοιοῦτον οὐδὲν οὐδ' ἐμέλλησε. πῶς γάρ; ὅς γε ὁμολογεῖ διὰ τοῦ συγγράμματός που τοῖς ἐχθροῖς τε καὶ πολεμίοις δι κασταῖς χρήσασθαι μὴ ἐθελῆσαι· 20ἡμεῖς γάρ20, φησίν, 20ὅτι σιωπῶντες ἑάλωμεν, ὁμολογοῦμεν, κακούργων καὶ πονηρῶν εἰς τὴν τῶν δικαζόντων χώραν 1.1.64 εἰσφρησάντων20. ἔνθα καὶ σφόδρα σφαδάζων, ὡς οἶμαι, καὶ τῷ λογισμῷ πρὸς ἑτέροις ὤν, ἐμπλακέντα τῷ λόγῳ τὸν σολοικισμὸν εὐπαρύφως οὐ κατενόησε, πάνυ σοβαρῶς τῇ λέξει τῶν 20εἰσφρησάντων20 ὑπαττικίσας· ὡς ἡ χρῆσις ἄλλη μὲν παρὰ τοῖς κατωρθωκόσι τὸν λόγον, ἣν ἴσασιν οἱ τοῖς τοῦ ῥήτορος λόγοις καθομιλήσαντες, ἄλλη δὲ παρὰ τῷ νέῳ ἀττι κιστῇ ἐνομίσθη. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. 1.1.65 Μικρὸν δὲ προελθὼν καὶ τοῦτο προστίθησιν· 20εἰ γὰρ ὅτι μὴ τοῖς κατηγόροις δικασταῖς ἐχρησάμην, διὰ τοῦτο ἀναιρεῖν οἴεται τὴν ἀπολογίαν, λέ ληθεν αὑτὸν λίαν ὢν ἀκέραιος20. πότε οὖν ὁ δριμὺς καὶ ἐπὶ τίνων ἀπολελόγηται ὁ τοὺς μὲν δικαστὰς διὰ τὴν ἔχθραν παραγραψάμενος, παρὰ δὲ τὴν κρίσιν, ὡς αὐτὸς διαβεβαιοῦται, σιγήσας; ὁρᾶτε τὸν σφοδρὸν τῆς ἀληθείας ἀγωνιστήν, ὡς δι' ὀλίγου μεταβαλλόμενος αὐτομολεῖ πρὸς τὸ ψεῦδος καὶ τῷ ῥήματι τιμῶν τὴν ἀλήθειαν ἐπὶ τῶν ἔργων 1.1.66 ἀντικαθίσταται. ἀλλ' ἐκεῖνο χαρίεν, ὅτι καὶ πρὸς αὐτὴν ἀτονεῖ τὴν συνηγορίαν τοῦ ψεύδους. πῶς γὰρ ὁ αὐτὸς καὶ δικαίως πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολελόγηται καὶ φρονίμως πάλιν διὰ τὸ ἐν ἐχθροῖς εἶναι τὴν κρίσιν ἀπεσιώ πησε; καίτοι καὶ δι' αὐτοῦ τοῦ λόγου, ᾧ τὴν 20Ἀπολο γίαν20 ἐπέγραψε, φανερῶς δείκνυται τὸ μηδαμῶς συστῆναι 1.1.67 αὐτῷ δικαστήριον. οὐ γὰρ πρὸς δικαστὰς ὡρισμένους τὸ προοίμιον τοῦ λόγου προτείνεται, ἀλλὰ πρός τινας ἀορί στους ἀνθρώπους, τούς τε κατὰ τὸν καιρὸν ἐκεῖνον ὄντας καὶ τοὺς ὕστερον γενησομένους· ἐφ' οἷς ἔγωγε καὶ αὐτὸς συντίθεμαι μεγάλης αὐτῷ δεῖν τῆς ἀπολογίας, οὐ κατὰ τὴν νῦν συγγραφεῖσαν ἑτέρας πάλιν ἀπολογίας εἰς συνηγορίαν προσδεομένην, ἀλλά τινος γεννικῆς τε καὶ ἔμφρονος πεῖσαι τοὺς ἀκούοντας δυναμένης, ὅτι μὴ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς ἦν ὅτε ταῦτα συνέγραφεν, ὃς δικαστήριον ἑαυτῷ συνεκρότει τῶν μήτε παρόντων, τάχα δὲ μηδὲ γενηθέντων ἀνθρώπων, καὶ τοῖς οὐκ οὖσιν ἀπελογεῖτο καὶ παρῃτεῖτο τοὺς μὴ γεγο νότας 20μήπω τῷ πλήθει διακρίνειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνά 1.1.68 πτοντας20. πρέπει γὰρ ὄντως πρὸς τοὺς τοιούτους δικαστὰς τοὺς ἔτι ἐν τῇ ὀσφύϊ τῶν πατέρων ὄντας τὴν τοιαύτην ἀπολογίαν προτείνεσθαι καὶ οἴεσθαι δίκαια λέγειν, ὅτι ταῖς πάντων δόξαις μόνος ἀντιβαίνειν ἔγνωκε καὶ τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸ ὄνομα τοῦ Χριστοῦ δοξαζόντων ἀξιοπιστο τέραν