1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

15

γλυφίσιν ἐκφύοντα. σιωπῶ τὸν χρυσὸν τὸν εἰς λεπτούς τε καὶ ἀερώδεις ὑμένας διατεινόμενον καὶ πανταχῇ τούτοις ἐπιχρωννύμενον, ὡς ἂν τὴν λιχνείαν τῶν ὀμμάτων πρὸς ἑαυτὸν ἐπιστρέφοι, τὴν δὲ τῶν ἐλεφάντων συνεισφορὰν εἰς τὸν περίεργον καλλω πισμὸν τῶν εἰσόδων τόν τε ἀλειφόμενον ταῖς γλυφίσι τούτων χρυσὸν ἢ τὸν διὰ τῶν ἥλων ἐγκροτούμενον ἄργυρον καὶ πάντα τὰ τοιαῦτα. τί ἄν τις λέγοι ἢ τὰ ἐδάφη τῶν οἴκων ταῖς ποικίλαις τῶν λίθων βαφαῖς ὑπολάμποντα, ὡς ἂν καὶ οἱ πόδες αὐτῶν τῆς αὐγῆς τῶν λίθων κατατρυφῶσι, τήν τε κατὰ τὸ πλῆθος τῶν τοιούτων οἴκων φιλοτιμίαν, ὧν οὐχὶ ἡ χρεία τῆς ζωῆς τὴν κατασκευὴν ἀναγκαίαν ποιεῖ, ἀλλ' ἡ ἐπιθυμία διὰ τῶν ἀνονήτων προϊοῦσα ἐφευρίσκει τὴν ἀκαιρίαν; χρὴ γὰρ τῶν οἴκων τοὺς μὲν δρόμους εἶναι, τοὺς δὲ περι πάτους, τοὺς δὲ εἰσοδίους, τοὺς δὲ προεισοδίους καὶ ἄλλους 5.323 ἐπιπυλίους· οὐ γὰρ ἀρκεῖν ἡγοῦνται πρὸς κόμπον τὰς πύλας καὶ τὰ προπύλαια καὶ τὴν ἐντὸς τῶν πυλῶν εὐρυχωρίαν, εἰ μή τι τοιοῦτον προσεντυγχάνοι τοῖς εἰσιοῦσιν, οἷον εὐθὺς καταπλῆξαι τῷ μεγέθει τοῦ ὁρωμένου τὸν εἰσερχόμενον· λουτρά τε πρὸς τούτοις παριόντα τῇ φιλοτιμίᾳ τὴν χρείαν ποταμοῖς ὅλοις ἐν τῇ τῶν κρουνῶν δαψιλείᾳ κατακλυζόμενα, καὶ τούτων προβεβλημένα γυμνάσια, καὶ ταῦτα περιττῶς διὰ ποικίλων μαρμάρων εἰς κόσμον ἐξησκημένα, στοαί τε πανταχόθεν περὶ τὴν οἴκησιν Νουμιδικοῖς ἢ Θεσσαλοῖς ἢ Σοηνίταις στύλοις ὑπερειδόμεναι ὅ τε ἐν τοῖς ἀνδριᾶσι χαλκὸς εἰς μυρία εἴδη σχηματιζόμενος πρὸς ὅτιπερ ἂν ἡ ἐπιθυμία τῆς περιεργίας χέῃ τὴν ὕλην, τά τε ἐκ τῶν μαρμάρων εἴδωλα καὶ τὰς ἐπὶ τῶν πινάκων γραφάς, δι' ὧν καὶ τοῖς ὀφθαλμοῖς ἐκπορνεύουσιν ἀπογυμνούσης τῆς τέχνης διὰ 5.324 μιμήσεως τὰ ἀθέατα, καὶ ὅσα ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν εἰς ἔκπληξίν τε καὶ ὥραν ἐπιτεχνώμενα. Πῶς ἄν τις τὰ καθ' ἕκαστον διεξέλθοι τῷ λόγῳ, ἐν οἷς ἡ σπουδὴ κατηγορία καὶ ἔλεγχος τῆς περὶ τὰ προτιμότερα ῥᾳθυμίας ἐστίν; ὅσῳ γὰρ ἄν <τις> πλεονάσῃ τῷ τε πλήθει καὶ τῇ περὶ τὰς ὕλας φιλοτιμίᾳ τὴν ἐν τοῖς κατασκευαζομένοις σπουδήν, τοσούτῳ μᾶλλον ἐλέγχει τὸ τῆς ψυχῆς ἀκαλλώπι στον. ὁ γὰρ πρὸς ἑαυτὸν βλέπων καὶ τὴν ἰδίαν ὄντως οἴκησιν καλλωπίζων, ὥστε ποτὲ καὶ τὸν θεὸν ἔνοικον δέξασθαι, ἄλλας ἔχει τὰς ὕλας, ἐξ ὧν τὸ κάλλος τῇ τοιαύτῃ οἰκήσει συνερανίζεται. οἶδα ἐγὼ χρυσὸν τοῖς τοιούτοις ἔργοις ἐνστίλβοντα τὸν ἐκ τῶν τῆς γραφῆς νοημάτων μεταλλευόμε νον, οἶδα ἄργυρον τὰ θεῖα λόγια τὰ πεπυρωμένα, ὧν ἀπαστρά πτει ἡ λαμπηδὼν διὰ τῆς ἀληθείας ἐκλάμπουσα. λίθων δὲ ποικίλων αὐγάς, ἐξ ὧν οἵ τε τοῖχοι τοῦ τοιούτου ναοῦ κατακοσμοῦνται, καὶ τῆς κατασκευῆς τὰ ἐδάφη τὰς ποικίλας τῶν ἀρετῶν διαθέσεις νοήσας οὐκ ἂν ἁμάρτοις τοῦ τῇ οἰκίᾳ ταύτῃ πρέποντος κόσμου. κατεστορέσθω τῇ ἐγκρατείᾳ τὸ ἔδαφος, δι' ἧς ἡ τῆς γηΐνης διανοίας κόνις οὐ διοχλήσει τὸν διαιτώμενον. ἡ τῶν οὐρανίων ἐλπὶς ὡραϊζέτω τὸν ὄροφον, πρὸς ἣν ἀναβλέπων τῷ τῆς ψυχῆς ὀφθαλμῷ οὐκ εἰδώλοις κάλλους διὰ γλυφίδων μεμορφωμένοις 5.325 ἐνατενίσεις, ἀλλ' αὐτὸ κατόψει τὸ ἀρχέτυπον κάλλος οὐ χρυσῷ τινι καὶ ἀργύρῳ διηνθισμένον, ἀλλ' ὅπερ ὑπὲρ χρυσίον καὶ λίθον τίμιόν ἐστι πολύν. εἰ δὲ χρὴ καὶ τὸν ἐκ πλακῶν κόσμον ὑπογράψαι τῷ λόγῳ, ἔνθεν ἡ ἀφθαρσία καὶ ἡ ἀπάθεια διαπλακούτω τὸν οἶκον, ἐκεῖθεν ἡ δικαιοσύνη καὶ τὸ ἀόργητον κοσμείτω τὴν οἴκησιν, καθ' ἕτερον μέρος ἡ ταπεινοφροσύνη καὶ τὸ μακρόθυμον διαλαμπέτω καὶ κατ' ἄλλο πάλιν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πάντα δὲ ταῦτα ὁ καλὸς τεχνίτης ἡ ἀγάπη εὐθέτως πρὸς ἄλληλα συναρμοζέτω. κἂν λουτρῶν ἐπι θυμῇς, ἔχεις, ἐὰν θέλῃς, καὶ λουτρὸν κατοικίδιον καὶ κρουνοὺς ἰδίους, δι' ὧν ἔστι τὰς κηλῖδας τῆς ψυχῆς ἀπορρύ ψασθαι, ᾧ ἐκέχρητο καὶ ὁ μέγας ∆αβὶδ καθ' ἑκάστην νύκτα ἐντρυφῶν τῷ τοιούτῳ λουτρῷ. στύλους δὲ τὴν τῆς ψυχῆς στοὰν ὑπερείδοντας μὴ Φρυγίους τινὰς ἢ πορφυρίτας περιεργάζου, ἀλλὰ τὸ ἐν παντὶ ἀγαθῷ στάσιμόν τε καὶ ἀμετακίνητον τῶν ὑλικῶν ἔστω σοι τούτων καλλωπισμάτων πολυτιμότερον. εἴδωλα δὲ παντοδαπὰ ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅσα πρὸς μίμησιν τῆς ἀληθείας