16
δὲ ἣν εἶχον κατά τινος εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου». 1.6.29 Ταῦτ' ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον τὰ περιύμνητα τῆς θεοσεβείας ἆθλα, δι' ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται κληθῆναι κατηξιώθησαν. 1.6.30 τοιούτοις δ' οὖσιν τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων, φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων; οὐκοῦν διὰ τούτων ἁπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεοσεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσιν προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ' ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης πρὸ τῶν Μωσέως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν· παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώπων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας. 1.6.31 τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρόπον, ὁ Μωσέως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος, οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ Ἀβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου. 1.6.32 Ἐπειδὴ γὰρ ἐν τῇ παρ' Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τῶν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπαχθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν γεγονέναι δὲ κατὰ πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν· εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μωσῆς, ἀφίστη μὲν τῆς ἀθέου πολυθεΐας, ἀνῆγεν δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεόν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος. 1.6.33 ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν οὐκ ἀδελφαῖς οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ' ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως συνεχώρει. 1.6.34 παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου, λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω· τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου. 1.6.35 εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολατρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἕνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευεν, διά τινων ἀπορρητοτέρων ἢ διὰ συμβόλων τὴν κατ' αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας. ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ' ἕνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλαχόσε συντελεῖν τὰ κατ' αὐτὸν νόμιμα ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ' ἦν ὁ ἐν Ἱεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι. 1.6.36 ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσέα πανηγύρεις καὶ ἑορτὰς ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμελείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα. 1.6.37 διόπερ καὶ τῇ Μωσέως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μωσέως ἀποφηναμένου· «ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά». 1.6.38 Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, αὐτοῦ Μωσέως θείῳ πνεύματι προειληφότος, ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνανεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ' αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ' ἕνα τόπον