16
οἴεται τὴν πεπλανημένην ἑαυτοῦ τῆς ψυχῆς φαντασίαν. 1.1.69 Γραφέτω, εἰ δοκεῖ, καὶ τῆς δευτέρας ἀπολογίας ἀπολογίαν ἄλλην· ἡ γὰρ νῦν οὐ διόρθωσις τῶν ἡμαρτημένων, κατασκευὴ δὲ μᾶλλον τῶν ἐγκλημάτων ἐστί. τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶσα νόμιμος ἀπολογία πρὸς τὴν τοῦ ἐπενεχθέντος ἐγκλήματος ἀναίρεσιν βλέπει; οἷον ὁ κλοπῆς ἢ φόνου ἤ τινος ἑτέρου πλημμελήματος αἰτίαν ἔχων ἢ ἀρνεῖται καθόλου τὴν πρᾶξιν ἢ εἰς ἕτερον μετατίθησι τοῦ κακοῦ τὴν αἰτίαν ἢ εἰ μηδὲν δύναιτο τούτων, συγγνώμην καὶ ἔλεον αἰτήσει παρὰ τῶν κυρίων τῆς ψήφου. ἐνταῦθα δὲ οὔτε ἄρνησιν ὁ λόγος τῶν ἐπενεχθέντων ἔχει οὔτε τὴν εἰς ἑτέρους μετά στασιν οὔτε καταφεύγει πρὸς ἔλεον οὔτε τὴν πρὸς τὸ μέλλον εὐγνωμοσύνην κατεπαγγέλλεται, ἀλλ' αὐτὸ τὸ κατηγορούμενον ἔγκλημα διὰ φιλοπονωτέρας κατασκευῆς ἰσχυροποιεῖται. τὸ μὲν γὰρ προφερόμενον, καθὼς αὐτὸς οὗτός φησιν, 20ἀσεβείας20 ἐστὶ 20γραφή20, οὐκ ἀόριστον αὐτῷ τὴν αἰτίαν ἐπάγουσα, ἀλλ' αὐτὸ προφέρουσα τῆς ἀσεβείας τὸ εἶδος· ἡ δὲ ἀπολογία τὸ δεῖν ἀσεβεῖν κατασκευάζει, οὐκ ἀναιροῦσα τὴν αἰτίαν, ἀλλὰ 1.1.70 βεβαιοῦσα τὸ ἔγκλημα. ἀδήλων μὲν γὰρ ὄντων τῶν τῆς εὐσεβείας δογμάτων ἧττον ἴσως ἦν ἐπικίνδυνον τὸ κατατολμᾶν τῆς καινότητος· πάσαις δὲ τῶν εὐσεβούντων ψυχαῖς παγίας τῆς τοῦ ὀρθοῦ λόγου διδασκαλίας ἐνυπαρχούσης ὁ τὰ ἐναντία τοῖς κοινῇ παρὰ πάντων ἐγνωσμένοις βοῶν ἆρα ἀπολογεῖται ὑπὲρ ὧν ἐγκαλεῖται, ἢ μᾶλλον ἐφέλκεται καθ' ἑαυτοῦ τὴν τῶν ἀκουόντων ὀργὴν καὶ πικρότερος ἑαυτοῦ κατήγορος 1.1.71 ἵσταται; ἐγὼ μὲν τοῦτό φημι. ὥστε εἴπερ εἰσὶ κατὰ τὸν λόγον τοῦ συγγραφέως ἢ ἀκροαταὶ τῶν ἀπολογηθέντων ἢ κατήγοροι τῶν κατὰ τῆς εὐσεβείας αὐτῷ τολμηθέντων, αὐτὸς εἰπάτω ἢ πῶς οἱ κατήγοροι καθυφήσουσιν ἢ τίνα οἱ δικασταὶ περὶ αὐτοῦ τὴν ψῆφον ἐξοίσουσι, προκατασκευαζομένου διὰ τῆς ἀπολογίας τοῦ πλημμελήματος. 1.1.72 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπο λογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκειται νῦν ἐξετάζειν, ἀλλ' εἰ ἀπολελόγηται ὅλως. πρὸς δὲ τὸ προτεθὲν ἐπανέλθωμεν, ὅτι τοῖς ἰδίοις ἁλίσκεται φανερῶς οὕτως ὁ δυσχεραίνων τὸ ψεῦδος· 20κεκρίσθαι20 λέγει καὶ 20παρανόμων ἐπιτυχεῖν δικαστῶν20 καὶ 20διὰ γῆς καὶ θαλάσσης ἀγόμενος πρὸς ἡλίου τε φλογμὸν καὶ κόνιν κακοπαθῆσαι20· εἶτα πάλιν περιστέλλων τὸ ψεῦδος ἥλῳ τὸν ἧλον κατὰ τὴν παροιμίαν ἐκκρούει, ἄλλῳ ψεύδει 1.1.73 τοῦτο τὸ ψεῦδος ἐπανορθούμενος. πάντων γὰρ αὐτῷ συν επισταμένων ὅτι οὐδεμίαν ἔρρηξεν ἐν δικαστηρίῳ φωνήν, παρ ητῆσθαί φησι τὸ τῶν ἐχθρῶν δικαστήριον καὶ σιγῶν ἁλῶναι. πῶς ἄν τις μᾶλλον ἐξελεγχθείη καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς ἑαυτὸν ἐναντίως ἔχων; ὅταν ἐγκαλῆται περὶ τῆς ἐπιγραφῆς τοῦ λόγου, τῇ κρίσει τὴν ἀνάγκην τῆς ἀπολο γίας προστίθησιν· ὅταν ἐλέγχηται μηδὲν ἐπὶ τῶν δικαζόντων εἰπών, ἀρνεῖται τὴν κρίσιν καὶ ἀπαξιοῖ τοὺς δικάζοντας. 1.1.74 ὁρᾶτε τὸν σφοδρὸν τοῦτον πρόμαχον τῆς ἀληθείας, ὡς ἐρρωμένως πρὸς τὸ ψεῦδος ἀντικαθίσταται. εἶτα τοιοῦτος ὢν 20πονηρὸν20 καὶ 20κακοήθη20 καὶ 20ψεύστην20 τὸν μέγαν Βασίλειον ὀνομάζειν τολμᾷ, καὶ ἔτι πρὸς τούτοις 20θρασύν, ἀμαθῆ, παρέγγραπτον, τῶν θείων ἀμύητον20, προστίθησι δὲ τῷ καταλόγῳ τῆς λοιδορίας καὶ 20παραπλη ξίαν20 καὶ 20μανίαν20 καὶ μυρία τοιαῦτα σποράδην παντὶ κατα μιγνύων τῷ λόγῳ, ὥσπερ ἐξαρκεῖν οἰόμενος τὴν ἑαυτοῦ πικρίαν ἀντίρροπον ταῖς πάντων ἀνθρώπων μαρτυρίαις γενή σεσθαι, οἳ καὶ τὸ ὄνομα τοῦ μεγάλου καθάπερ τινὸς τῶν ἀρχαίων ἁγίων τεθήπασι, καὶ νομίζει τὸν ἄτρωτον τῷ μώμῳ δύνασθαι μόνον διὰ τῆς λοιδορίας λυμήνασθαι. οὐχ οὕτω ταπεινὸς ὁ ἥλιος, ὡς μέχρις ἐκείνου φθάσαι τὸν κατ' αὐτοῦ 1.1.75 λίθους ἢ ἄλλο τι βάλλοντα· πάλιν γὰρ ἐπαναστρέφει τὰ βληθέντα κατὰ τοῦ πέμψαντος, ὁ δὲ σκοπὸς μένει τῆς βολῆς ὑψηλότερος. κἄν τις ὡς ἀλαμπῆ διαβάλλῃ τὸν ἥλιον, οὐ τὸ φῶς τῆς ἀκτῖνος ἐκ τῶν σκωμμάτων ἠμαύρωσεν, ἀλλ' ὁ μὲν ἥλιος ἔσται καὶ σκωπτόμενος ἥλιος, τοῦ δὲ λοιδοροῦντος ὡς ἀφεγγῆ τὴν ἀκτῖνα