1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

16

τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ μεγάλου καὶ θαυμαστοῦ, καὶ ἀναδυόμεθα καὶ μέλλομεν, καὶ οὐ σπεύδομεν οὐδὲ ἐπιτρέχομεν τῷ πράγματι; καὶ τίς ἡμῖν ἐστιν ἐλπὶς σωτηρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθίστησι. Ταῦτα μὲν παρ' ἡμῶν εἴρηται· ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω παλαιὸν, μηδὲν ἄγριον, μηδὲν ἀνήμερον, μηδὲν ὠμόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτήδεια, καρπὸν δὲ τὸν θαυμαστὸν, τὸν τῆς ἐλαίας λέγω, καὶ ἰσχυρὰ ὥστε πάντας γενέσθαι κύκλῳ τῆς τραπέζης, καὶ μὴ εἰκῆ μηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχεσθαι, ἀλλὰ μετὰ φόβου καὶ δέους. Οὕτω γὰρ καὶ αὐτὸν ὄψεσθε ἐκεῖ τὸν Χριστὸν μετὰ παῤῥησίας, καὶ τῆς οὐρανίου ἀξιωθήσεσθε βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ.

Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε

περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει θείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. αʹ. Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίνδυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι. Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν. Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενεκρωμένην ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑμᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε μὴ σφόδρα βαρῦναι αὐτοὺς (αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων, κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν. Τίνα δὴ τοῦτον; Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, καὶ τὰ λοιπὰ ἅπαντα καταλέξας, καὶ ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, τότε φησί· Καὶ ταῦτά τινες ἦτε. Οὐκ εἶπεν ἁπλῶς, Ἦτε, ἀλλὰ, Τινὲς ἦτε· τουτέστιν, Οὕτω πως ἦτε. Ἐνταῦθα σφόδρα ἡμῖν ἐπιφύονται οἱ αἱρετικοί· περὶ γὰρ τοῦ Θεοῦ ταῦτα εἰρῆσθαι λέγουσι, καὶ τὴν ἀχαλίνωτον γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρμόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου μόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστομίσομεν; Ἀπ' αὐτῶν τῶν ῥημάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑμεῖς φατε, ταῦτα δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ μιαροῦ τὸ πρᾶγμα· μιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ. ∆ιὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις