17
περιώρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ' αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ' αὐτὸν νόμιμα συντελεῖν, ὡς ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον. 1.6.39 αὐτὸ δὴ οὖν τοῦτο Μωσέως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθήκης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρῆμά τε Ῥωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ καθεῖλον τὰ Ἱεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μωσέως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μωσέως πράττειν, παρανομοῦντας εἰς αὐτά, βιαζομένους· ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα. 1.6.40 διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ Ἱερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν· «ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». 1.6.41 Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν Ἱεροσολύμων, τοῦ τ' αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μωσέως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι' αὐτῆς πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσάγουσα τοὺς προσιόντας αὐτῇ βίον. 1.6.42 αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν Ἀβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσκυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ' ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν «ἐν πνεύματι καὶ ἀληθείᾳ», ... διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων. λέγει δ' οὖν ἄντικρυς Σοφονίας· «ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν». 1.6.43 Ὁ δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφωνεῖ, φάσκων· «οὐκ ἔστιν μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ' ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά». 1.6.44 τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν, ἢ ὅτι μὴ ἐν Ἱεροσολύμοις μηδ' ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ. καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι' εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι' αἱ μάτων ἀλλὰ δι' ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ; 1.6.45 βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ Ἡσαΐας θεσπίζων ἅμα καὶ λέγων· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς». 1.6.46 Ἆρά σοι δοκοῦμεν ἀληθῆ λέγειν, μετάθεσιν τοῦ Μωσέως νόμου μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι; 1.6.47 ὁ μέν γε Μωσῆς θυσιαστήριον καὶ θυσίας οὐδ' ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν ἀλλ' οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ