17
ἡ πήρωσις τῶν ὁρατικῶν αἰσθητη ρίων ἀπελεγχθήσεται· κἂν ὅτι μάλιστα τούς τε ἀκουσομέ νους καὶ τοὺς ἐντευξομένους πείθειν ἐθέλῃ καθ' ὁμοιότητα τῆς ἀπολογίας ἐκείνης μὴ ταῖς πάντων περὶ τοῦ ἡλίου δόξαις προστίθεσθαι μηδὲ τὴν τῶν πολλῶν πεῖραν τῆς ἰδίας ὑπο λήψεως ποιεῖσθαι κυριωτέραν, 20τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον προσάπτοντας20, μάτην ἐπὶ τῶν βλεπόντων παραληρήσει καὶ εἰς οὐδὲν πλέον ταῖς κοιναῖς δόξαις ἑαυτὸν ἀντιστήσει. 1.1.76 Εἴ τις οὖν εὔνους τῷ Εὐνομίῳ, πεισάτω χαλινὸν αὐτὸν ἐπιθεῖναι τῷ στόματι μηδὲ ἀφηνιάζειν τῇ ἀταξίᾳ τοῦ λόγου μηδὲ πρὸς κέντρα λακτίζειν μηδὲ θρασυστομεῖν κατὰ τοῦ τιμίου ὀνόματος, ἀλλὰ καὶ τῇ μνήμῃ λαμβάνοντα μόνον τὸν μέγαν Βασίλειον εὐλαβείας καὶ δέους τὴν ψυχὴν ἀναπίμ 1.1.77 πλασθαι. τί γὰρ αὐτῷ καὶ πλέον ἐκ τῆς ἀμέτρου πομπείας ταύτης γενήσεται, ὅταν ὁ μὲν τοιοῦτος δοκῇ παρὰ πᾶσιν οἷον αὐτὸν ἀνακηρύττει ὁ βίος, ὁ λόγος, ἡ κοινὴ τῆς οἰκουμένης περὶ αὐτοῦ μαρτυρία, ὁ δὲ κακίζειν ἐπιχειρῶν τὸν ἑαυτοῦ δεικνύῃ τρόπον, ὡς μὴ δυνάμενος, καθώς φησί που τὸ εὐ αγγέλιον, ἀγαθὰ λαλεῖν τῷ πονηρὸς εἶναι, ἀλλ' ἐκ τοῦ περισ σεύματος τῆς καρδίας φθέγγεσθαι καὶ ἐκ τοῦ πονηροῦ θη σαυροῦ προχειρίζεσθαι; ὅτι γὰρ ψιλὰ τῆς λοιδορίας ἐστὶ τὰ ῥήματα τῆς τῶν πραγμάτων ἀληθείας οὐ προσαπτόμενα, ἐξ 1.1.78 αὐτῶν ἐστι τῶν γεγραμμένων ὁ ἔλεγχος. ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώ νυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκροατῇ πεπλανημένως τῶν ἀδήλων καταστοχάζεσθαι· ἐν τούτῳ φησὶ 20σύλλογον20 γεγενῆσθαι τῶν 20πανταχόθεν λογάδων20 καὶ ἐνακμάζει τῷ λόγῳ νεανι κῶς, "1ὑπ' ὄψιν ἄγων"2 δῆθεν τὴν τῶν πραγμάτων διασκευήν. 1.1.79 εἶτα 20διδασκάλοις τισὶ20 λέγει, μηδὲ τούτων ὀνομαστὶ μεμνη μένος, 20τὸν περὶ τῶν ἐσχάτων προκεῖσθαι δρόμον, ὑποφωνεῖν20 δὲ παρόντα τὸν ἡμέτερον καθηγητὴν καὶ πατέρα, 20τῆς δὲ κρίσεως πρὸς τοὺς ἐναντίους τὸ κράτος μετατιθείσης φεύγειν20 αὐτὸν 20τοὺς τόπους, καταλι πόντα τὴν τάξιν20, καί τινα 20καπνὸν τῆς πατρίδος μεταδιώκειν20, καὶ πολύς ἐστι διασύρων ἐν τῇ ὑπογραφῇ τῆς δειλίας τὸν ἄνδρα· ἅπερ ἔξεστιν ἐκ τῶν ἐκεῖ γεγραμμένων τῷ βουλομένῳ μαθεῖν. οὐ γὰρ ἐμοὶ σχολὴ πάντα τὸν ἔμετον τῆς ἐκείνου χολῆς τῶν ἐμῶν λόγων κατασκεδάζειν, ἀλλ' οὗ χάριν ἐπεμνήσθην τῶν εἰρημένων, πρὸς τοῦτο καὶ μεταβήσομαι. 1.1.80 Τίς ἐκεῖνος ὁ ἀνώνυμος χῶρος ἐν ᾧ ὁ περὶ τῶν δογ μάτων ἐξετάζεται λόγος; τίς 20ὁ καιρὸς ὁ τοὺς ἀρί στους ἐπὶ τὸν ἀγῶνα καλῶν20; τίνες 20οἱ ἄνθρωποι οἱ διὰ γῆς καὶ θαλάττης πρὸς τὴν κοινωνίαν τῶν πόνων ἑαυτοὺς κατεπείξαντες20; τίνα λέγει 20κόσ μον ἐπὶ τοῖς ἐκβησομένοις μετέωρον, ἀναμέ νοντα τῆς ψήφου τὴν κρίσιν20; ἢ τίς 20ὁ διατιθεὶς 1.1.81 τοὺς ἀγῶνας20; ἢ ταῦτα μὲν ἐάσθω κατὰ τὴν τῶν παίδων ἐν τοῖς διδασκαλείοις συνήθειαν τοῖς τοιούτοις παρευρέ μασιν ὄγκον τινὰ καὶ μέγεθος ἐπιμηχανᾶσθαι τῷ λόγῳ, ἐκεῖνο δὲ μόνον εἰπάτω, τίς 20ὁ ἄμαχος ἐκεῖνος ἀγωνι στὴς ᾧ συμπλακῆναί20 φησι 20δειλιᾶσαι20 τὸν διδάσκαλον ἡμῶν. εἰ μὲν γὰρ καὶ τοῦτο συμπέπλασται, νικάτω πάλιν καὶ τὸ πλέον ἐχέτω τῆς ματαιότητος, ἡμεῖς δὲ σιγήσομεν· ἐν γὰρ τῷ σκιαμαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ ἡ ἀληθής ἐστι νίκη 1.1.82 τὸ τῆς τοιαύτης νίκης ἑκουσίως ὑφίεσθαι· εἰ δὲ περὶ τῶν ἐν Κωνσταντινουπόλει γεγονότων φησὶ κἀκεῖνο τὸ συνέδριον λέγει καὶ ταῖς ἐκεῖ τραγῳδίαις ἐμφλεγμαίνει τῷ λόγῳ καὶ τὸν μέγαν καὶ δυσανταγώνιστον ἀθλητὴν ἑαυτὸν ὀνομάζει, δε ξαίμεθα <ἂν> τὰς αἰτίας, ὅτι παρόντες τῷ καιρῷ τῶν ἀγώνων τοῖς ἀγωνιζομένοις οὐ συνεπλάκημεν. 1.1.83 ∆ειξάτω τοίνυν ὁ ἐκείνῳ τὴν δειλίαν ἐπονειδίζων, εἰ κατ ῆλθεν εἰς μέσους αὐτός, εἴ τινα ἔρρηξεν ὑπὲρ τῆς καθ' ἑαυτὸν εὐσεβείας φωνήν, εἰ κατέτεινε λόγον νεανικῶς, εἰ λαμ πρῶς πρὸς τοὺς ἀντιτεταγμένους διηγωνίσατο· ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι ἢ ἑαυτῷ μάχεται περιφανῶς. ὡμολόγησε γὰρ σιωπῇ δεδέχθαι τὴν παρὰ τῶν δικαστῶν ἐπενεχθεῖσαν ψῆφον. 1.1.84 εἰ τοίνυν ἔδει παρὰ τοὺς ἀγῶνας λέγειν (τοῦτο γὰρ νομο θετεῖ νῦν τῷ συγγράμματι), διὰ τί τότε σιωπῶν