1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

18

Μωσέα αἴτιον οὐδ' ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον. 1.6.48 μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μωσέως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων, τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς Ἀαρὼν Μωσεῖ διατεταγμένα οὐκέτ' ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα. 1.6.49 Ὥρα δὴ οὖν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ; ἆρα εἰκῆ ταῦτ' ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; σκέψαι δ' οὖν, εἰ μὴ σήμερον, λέγω δὴ καθ' ἡμᾶς αὐτούς, ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολατρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ᾐνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον. 1.6.50 καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἑνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρόπον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην. 1.6.51 νῦν καθ' ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν ἀλλ' οὐκέτ' ἀκοῇ προσδοκώμενα, τὸν καιρόν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ' ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας. 1.6.52 αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστέλλειν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις «ἄνθρωπον, ὃς σώσει αὐτούς», ὃν καὶ τὰ Μωσέως ἐδήλου λόγια, δι' ὧν ἔφησεν· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», 1.6.53 ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ' ἄν. Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ' οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος· τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ' ἄλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο. 1.6.54 ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι αὐτὴ ἐκείνη ἡ κατὰ τὸν Ἀβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται. 1.6.55 καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράγματος, εἰ δὴ οἱ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαίμοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοιχείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν Ἀβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται; 1.6.56 καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μηδέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ διδασκαλεῖα μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ' ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς μηδὲ μέχρι λόγων ἀδιαφορεῖν μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραινοῦσαν, ἄνδρας οὐ μόνον ἀλλὰ καὶ γυναῖκας, πένητάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ' ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ' ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν